Ancient Greek
160.1 to 160.2
Cyrillus Theol., Explanatio Xii Capitulorum 160.1-2
Unproofread scanNot analysed yet
A τὰ τὲ ἀνθρώπινα διὰ τὴν οἰκονομίαν τὴν μετὰ σαρκός, καὶ μὴ καὶ τὰ ὅσια διὰ τὴν ἐκ Θεοῦ Πατρὸς ἀπόρρητον γέννησιν. Οἱ δὲ διιστῶντες, καὶ ἀπομερίζοντες εἰς ἀνθρώπων ἰδικῶς, ὡς ἕτερον ὄντα Υἱὸν παρὰ τὸν ἐκ Θεοῦ Λόγον, καὶ εἰς Θεὸν ἰδικῶς, ὡς ἕτερον ὄντα υἱόν, δύο λέγοντες υἱούς, ὑποφέρουσι δικαίως τῇ δυνάμει τοῦ προκειμένου ἀναθεματισμοῦ. ΑΝΑΘΕΜΑΤΙΣΜΟΣ Ε'. Εἰ τις τολμᾷ λέγειν Θεοφόρον ἄνθρωπον τὸν Χριστόν, καὶ οὐχὶ δὴ μᾶλλον Θεὸν εἶναι κατὰ ἀλήθειαν, καὶ Υἱὸν Ἕνα, καὶ φύσει, καθὼς γέγονε σάρξ ὁ Λόγος, καὶ κεκοινώνηκε παραπλησίως ἡμῖν αἵματος, καὶ σαρκός· ἀνάθεμα ἔστω.