Ancient Greek
164.2
Cyrillus Theol., Explanatio Xii Capitulorum 164.2
Unproofread scanNot analysed yet
Ἐπίλυσις ια’. Τὴν ἁγίαν, καὶ ζωοποιόν, καὶ ἀναίμακτον ἐν ταῖς ἐκκλησίαις τελούμεν θυσίαν, οὐχ ἑνὸς τῶν καθ’ ἡμᾶς, καὶ ἀνθρώπου κοινοῦ σώμα εἶναι πιστεύοντες τὸ προκειμένον, ὁμοίως δὲ καὶ τὸ τίμιον αἷμα, δεχόμενοι δὲ μᾶλλον ὡς ἴδιον σώμα γεγονὸς, καὶ μέντοι καὶ αἷμα τοῦ τὰ πάντα ζωοποιοῦντος ῥ Λόγου. Κοινὴ γὰρ σάρξ ζωοποιεῖν οὐ δύναται. Καὶ τοῦτο μάρτυς αὐτὸς ὁ Σωτήρ, λέγων· «Ἡ σάρξ οὐχ ὠφελεῖ οὐδὲν· τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. »Ἐπειδὴ γὰρ ἰδία γέγονεν τοῦ Λόγου, ταύτην νοεῖται καὶ ἐστι ζωοποιός, καθὰ φησιν αὐτὸς ὁ Σωτήρ· «Καθὼς ἀπέστειλε με ὁ ζῶν Πατήρ, κτῶ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κάκεινος ζήσεται δι’ ἐμέ. »Ἐπειδὴ δὲ Νεστόριος καὶ οἱ τὰ αὐτοῦ φρονούντες παραλύουσι ἀμαθῶς τοῦ μυστηρίου τὴν δύναμιν, ταύτητοι, καὶ μᾶλα εὐκτώς, γέγονεν ὁ ἀναθεματισμός.