Ancient Greek
164.6
Cyrillus Theol., Explanatio Xii Capitulorum 164.6
Unproofread scanNot analysed yet
Ἐπίλυσις ιβ’. Ἄπαθες μὲν, καὶ ἀθάνατος ὁ ἐκ Θεοῦ Πατρὸς ἐστι Λόγος, ὡς ἀνωτέρω γὰρ τὸ πλάχειν ἡ θεία τε καὶ ἀκήφθαλος ἐστὶ φύσις· καὶ αὐτὴ τὰ πάντα ζωοποιεῖ, καὶ φθορὰς ἀμείνων ἐστι, καὶ παντὸς τοῦ λυπεῖν εἰωθότος. Ἄλλα, καίτοι ταῦτα οὐσιώδως ὑπάρχων ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἰδίαν ἐποίησατο σάρκα τὴν τοῦ θανάτου δεκτικήν· ἵνα τῷ πάσχειν εἰωθότι τὰ ὑπὲρ ἡμῶν, καὶ δι’ ἡμᾶς, εἰς ἑαυτὸν ἀναλαβὼν πάθη, πάντα τὰς ἡμᾶς ἀπαλλάξῃ καὶ θανάτου, καὶ φθορᾶς, ζωοποιήσας ὡς Θεὸς τὸ ἴδιον αὐτοῦ σῶμα, καὶ ἀπαρχὴ γεγονὼς τῶν κεκοιμημένων, καὶ πρωτότοκος ἐκ νεκρῶν· οὐ γὰρ ἄνθρωπος ἦν κοινός, ἰδία τε καὶ ἀνὰ μέρος νοούμενος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ὁ δι’ ἡμᾶς τὸν τίμιον ὑπομείνας σταυρόν, καὶ θανάτου γευσάμενος· ἀλλ’ αὐτὸς ὁ τῆς δόξης Κύριος, σαρκὶ πείνων κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ οἱ τὰ κενὰ καὶ δυσσεδῆ δόγματα τῇ ὀρθῇ καὶ ἀμώμῳ πίστει παρεισφρίνειν ἐθελόντες, ἀνθρώπων φασὶ κοινὸν ὑπομεῖναι τὸν ὑπὲρ ἡμῶν σταυρόν, γέγονεν ἀναγκαῖος ὁ ἀναθεματισμός, τῆς ἐνοῦσης αὐτοῖς ἀσεβείας ἐμφανίζων τὸ μέγεθος.