Ancient Greek
166.2
Cyrillus Theol., Explanatio Xii Capitulorum 166.2
Unproofread scanNot analysed yet
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑ ΑΠΟΛΟΓΗΤΙΚΟΣ ΥΠΕΡ ΤΩΝ ΔΩΔΕΚΑ ΚΕΦΑΛΑΙΩΝ ΠΡΟΣ ΤΟΥΣ ΤΗΣ ΑΝΑΤΟΛΗΣ ΕΠΙΣΚΟΠΟΥΣ. Οι τῷ παναγίῳ Θεῷ τὴν ἑαυτῶν διάνοιαν παραστησάμενοι, καὶ τοῖς τῆς ἀληθείας δόγμασι συνειπεῖν ἡρτημένοι, παραιτοῦνται μὲν τὰς βεβήλους κενοφωνίας τῶν ἀνόσιων αἱρετικῶν, ἐρείσαντες δὲ τὸν ἔσω, καὶ κατακεκρυμένον ὀφθαλμὸν τῆς καρδίας τῇ θεοπνεύστῳ Γραφῇ, οὕτω τε αὐτὸν πλουσίως ἀναμεστῶσαντες ἐννοιῶν ἀγαθῶν, τοῖς τὰ ὀρθὰ διαστρέφουσιν ἀνταντίστανται, καὶ μᾶλα νεανιῶς, μονοῦχλ λέγοντες :«Ζηλοῦντες ἐζήλωκαμεν τῷ Κυρίῳ. »Νεστορίου τοίνυν πολλάς τε καὶ διαφόρους καταχέοντος βλασφημίας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ οἷον ἐκ βάθρων ἀναμοχλεύοντος τὸ σεπτὸν, καὶ μέγα τῆς ἐνανθρωπήσεως μυστήριον, οὐκ ἀκίνδυνον εἰδότες τὸ ἐπὶ γε τούτοις ἐλάσθαι σιγῆν, συμβουλεύσαντές τε πλειστάκις αὐτῷ τῶν τοιούτων ἀπέχεσθαι δυσφημιῶν, ὁνῆσαντες δὲ παντελῶς οὐδέν, κεχωρήκαμεν ἀναγκαίως ἐπὶ τὸ χρήναι συναλθεῖν τοῖς τῆς εὐσε-