Ancient Greek
167.4
Cyrillus Theol., Explanatio Xii Capitulorum 167.4
Unproofread scanNot analysed yet
Αντίρρησις τῶν Ἀνατολικῶν. Καὶ τὶς σαρκικῶς, σάρκα γεγονότα τὸν ἐκ Θεοῦ Λόγον, ἀποτετέχθαι συνολογήσειεν; Εἰ γὰρ σαρκικῶς ἐγέννησεν, οὐκέτι κατὰ παρθένον· καὶ ποῦ θησομεν τὸ· «Πνεῦμα τὸ ἅγιον ἐπελεύσεται ἐπὶ σέ, D καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι,» σαρκικῶς κατ’ αὐτὴν τῆς Παρθένου, καὶ οὐ θεοπερῶς γεννησάσης; καὶ πῶς ταύτην ἢ ἀστὴρ παραδόξως φαινομένη κατεμήνυε; μάγοι δὲ ἐκ Περσίδος δι’ αὐτοῦ ὁδηγοῦμενοι παρήσαν, τὸν τεχθέντα ζητοῦντες· καὶ εὕροντες, ἔφερον δῶρα τῷ νουμένῳ, καὶ τῷ παιδωμένῳ πρόσφορα. Ἄγγελοι τε οὐρανόθεν καταλθόντες τὴν γέννησιν, μετὰ τῶν ποιμένων ἀναμείντες, ἐχόρευον λέγοντες· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ τῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. »Ταῦτα τίνος;