Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1009
Not analysed yet
φωνῆς ἁγίων· δηλοῖ δὲ αὐτὸν, τουτέστι καθίστησιν ἐμφανῆ, καὶ εἰς πέρας ἄγει διὰ νυκτὸς, τουτέστι κατὰ τὸ ἀφανές. Ἴσως δὲ καὶ τὸ τάχος βούλεται εἰπεῖν τῆς τοῦ Θεοῦ βοηθείας. Ὥσπερ γὰρ βουληθεὶς κύματα πολεμίων ἐπήγαγές μοι, οὕτω βουληθεὶς ἀπαλλάξαι με, ὀξυτάτην νεμεῖς τὴν ἐπικουρίαν, ὥστε ἅμα τῷ προστάξαι σε, μηδὲν κωλῦσαί με εὐχαριστῆσαί σοι, καὶ μηδὲν μέσον εἶναι τοῦ σοῦ προστάγματος καὶ τῆς ἀπολύσεως [cod. ἀπολαύσεως]. (B f. 156) Τρίτον ἐπισυνάπτει τοῖς εἰρημένοις σημεῖον, ἡνίκα Ῥαψάκης πολιορκήσας τὴν Ἱερουσαλὴμ, τὸν τῶν ὅλων ὡς μὴ δυνάμενον αὐτοὺς σώζειν ἐβλασφήμει Θεὸν, ὅτε τῶν σὺν αὐτῷ διὰ μιᾶς νυκτὸς ὑπ' ἀγγέλου χιλιάδες ρπεʹ ἀνῄρηνται· τοῦ Θεοῦ τῇ πρὸ τῆς νυκτὸς ἡμέρᾳ τῷ Ἐζεκίᾳ προειρηκότος· «Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου·» ὡς ἐν ἡμέρᾳ μὲν γενέσθαι τὴν ὑπόσχεσιν, ἐν νυκτὶ δὲ τὸ ἔργον. Ὃ δηλοῖ τὸ, «Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει.» Ἐπὶ τοσαύτῃ τοίνυν προνοίᾳ Θεοῦ πῶς οὐκ ἄξιον ἀποθέσθαι τὴν λύπην, ἐπ' αὐτῷ θέμενον τὴν ἐλπίδα; Παρ' ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. (A f. 231, B f. 156) Ὁ δέ γε θεῖος Κύριλλος στίζων εἰς τὸ, «καὶ νυκτὸς ᾠδὴ αὐτῷ,» εἶτα ἐπάγων τὸ, «Παρ' ἐμοὶ προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου,» οὕτως ἑρμηνεύει τὸν στίχον· ὅτι ὡς πιστὸς ἤδη ὁ ἀπόβλητος Ἰσραὴλ προσευχὴν ἔχειν ἐν ἑαυτῷ φησι τὴν ὑπέρ γε μόνης τῆς ἑαυτοῦ ζωῆς, καὶ μηδενὸς ἄλλου τῶν προσκαίρων. Ἢ ὅτι πάλαι μὲν κατὰ τὸν νόμον θυσίας ἐπηγγέλλοντο τῷ Θεῷ τὰς δι' αἱμάτων, μεταβαλούσης δὲ τῆς σκιᾶς εἰς ἀλήθειαν, τὴν ἑαυτῶν ζωὴν καθιεροῦμεν αὐτῷ· κατὰ τὸ, «Παραστήσατε τῷ Θεῷ τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν ἁγίαν.» Ἡ προσευχὴ τοίνυν ἐνταῦθα σημαίνει τὴν ὑπόσχεσιν· ὡς εἶναι τὸν νοῦν τοιοῦτον, ὅτι Παρ' ἐμοὶ τῷ Ἰσραὴλ ἡ τῆς ζωῆς μου εὐχὴ καὶ ἡ ὑπόσχεσις τῷ Θεῷ καθιέρωται. Εἶτα διδάσκει τῆς προσευχῆς τὰ ῥήματα. Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ· διὰ τί μου ἐπελάθου; κ. τ. λ. (A f. 231 b) Ἐπαναλαμβάνει πάλιν ὁ μεταγινώσκων λαὸς τὴν ἱκετηρίαν, ἐπὶ πλέον ἐκκαλούμενος εἰς ἔλεον τὸν Θεόν. Ἐγὼ μὲν γὰρ, φησὶν, οὐκ ἐπιλανθάνομαι τοὺς σοὺς εἰδὼς οἰκτιρμοὺς καὶ τὰς ἀποκειμένας ἐλπίδας· σὺ δὲ οὐκ οἶδα τίνος μου χάριν ἐπιλέλησαι. Λήθην δὲ ἐπὶ Θεοῦ μὴ πάθος εἶναι νόμιζε, ἀλλὰ τὴν ἐγκατάλειψιν. Ἡ γὰρ λήθη τὸ ἀνθρώπινον πάθος, μνήμης οὖσα ἀποβολὴ, θείας φύσεως οὐχ ἅπτεται· ἀπαθὲς γὰρ τὸ Θεῖον καὶ ἀμετάβλητον. Διὰ τοῦτο καὶ ἐρωτᾷ τὸ, «Διὰ τί μου ἐπελάθου;» Οὐδεὶς δὲ περὶ ἀκουσίου πάθους τῆς λήθης λέγει τὸ, Διὰ τί; ἀλλ'