Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1012
Not analysed yet
ἑκούσιον λήθην παρίστησι τὴν περὶ ἄνθρωπον ἀφροντιστίαν, τὸν τῆς παρὰ Θεοῦ ἀνάξιον ἐπιμελείας. Ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδισάν με οἱ θλίβοντές με. (I f. 218) Ἐχθρῶν δὲ διαμνημονεύσας, διαβάλλει μὲν αὐτῶν τὸ ἀνήμερον καὶ ἀνηλεές· Συνέθλων γὰρ τὰ ὀστᾶ μου, φησὶν, τουτέστιν ἀφορήτως ἐπεπήδων, καὶ ἀδεῶς ἐναλλόμενοι πᾶσαν ἐπῆγον συντριβήν. Ἀλλ' ἦν μοι τοῦτο δυσφορητότερον τὸ κατονειδίζεσθαι παρ' αὐτῶν, ἀεὶ κεκραγότων· Ποῦ ἐστιν ὁ Θεός σου; ὅπερ ἐστὶ, Τίς δὴ ἄρα σε τῶν διωγμῶν ἐξαρπάσει; ποῦ δὲ καὶ ὁ πάλαι βοηθεῖν ὑπισχνούμενος, ἐφ' ᾧ πᾶσαν ἔθου τὴν ἐλπίδα; Οὐκ ἀνεκτὴ γὰρ τοῖς ἁγίοις ἡ κατὰ Θεοῦ γλωσσαλγία. Ἵνα τί περίλυπος εἷ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, κ. τ. λ. (A f. 252. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἴδιον τῶν πασχόντων τὸ συνεχεῖς λογισμοὺς στρέφειν ἐν ἑαυτοῖς, ποτὲ μὲν ἀπογνώσεως, ποτὲ δὲ ἐλπίδος. Τοῦτο κἀνταῦθα ὅ τε μεταγινώσκων ὁ Ἰσραὴλ, ὅ τε αἰχμάλωτος ποιεῖ· ἱκανῶς γὰρ τῇ συμφορᾷ ἑκάτερος ἐπιδακρύσας, πάλιν τῇ ἑαυτοῦ ψυχῇ ἐγκελεύεται μὴ κατατήκεσθαι τῇ λύπῃ μηδὲ ταράττεσθαι, ἀλλ' ἐλπίδα τὸν Θεὸν τίθεσθαι, καὶ αὐτῷ εὐχαριστεῖν· ὅστις δούλου μορφὴν ἀναλαβὼν, σωτηρία γέγονε τοῦ ἡμετέρου προσώπου, τουτέστι τοῦ κάλλους τῆς εἰρήνης ἣν ἐρυπώσαμεν. —(I f. 218) Εἶτα πάλιν εἰς εὐθυμίαν ἀναβιβάζων τὴν ἑαυτοῦ ψυχὴν, καὶ [οὐκ] ἐῶν εἰς ἅπαν ταῖς δυσθυμίαις καταμαραίνεσθαι, βλέπει σοφῶς εἰς ἐλπίδα τὴν παρὰ Θεῷ, καὶ δὴ καί φησιν· «Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ ἵνα τί συνταράσσεις με· Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· ἡ σωτηρία τοῦ προσώπου μου ὁ Θεός μου.» Τούτων δὲ τὴν ἑρμηνείαν φθάσαντες εἰρήκαμεν. ΨΑΛΜΟΣ ΜΒʹ. Ψαλμὸς τῷ Δαβίδ. (A f. 232 b, B f. 157, I f. 219, L f. 115 b) Κύριλλος ὁ θεῖός φησιν, ὡς ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ τὸ τοῦ Ἰσραὴλ εἰσεκομίσθη πρόσωπον, οἷα δὴ τὴν κλῆσιν ἑαυτοῦ τὴν ἐν ἐσχάτοις καιροῖς εἰδὸς, καὶ δεδιψηκὸς δὲ οὕτω τὸ προσοικειοῦσθαι λοιπὸν διὰ πίστεως τῷ Θεῷ· ἐν δέ γε τῷ προκειμένῳ ψαλμῷ τὸ τῆς τῶν ἐθνῶν πληθύος εἰσκομίζεται πρόσωπον, σωθῆναι παρακαλούντων διὰ πίστεως τῆς εἰς Χριστόν. Βούλονται δὲ καὶ βασανισθῆναι τὴν αἰτίαν ὑφ' ἧς διολώλασιν· αὕτη δὲ ἦν ἡ τοῦ διαβόλου σκαιότης, καὶ ᾑ τῶν ἀκαθάρτων πνευμάτων πλεονεξία· τούτους γὰρ καὶ ἀνόσιον ἔθνος ὀνομάζουσιν· ἢ τάχα που καὶ τοὺς τῆς ἐκείνων ἀνοσιότητος ὑπουργοὺς, τοὺς Ἑλλήνων φημὶ λογάδας καὶ ποιητάς· τούτους δὲ καὶ ἀδίκους καὶ δολίους ὀνομάζουσιν, ὡς ἀπαταιῶνας καὶ ψεύστας. Φησὶ γάρ· Κρῖνόν μοι, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, κ. τ. λ. (A f. 232 b) Σὺ, φησὶν, αὐτὸς γενοῦ μοι κριτὴς,