Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1016
Not analysed yet
φησιν ὁ Χριστός· «Ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή.» Οὐχ ἕτερον δὲ τὸ φῶς τῆς ἀληθείας κατ' οὐσίαν (ἀμφότερα γάρ ἐστιν ὁ τοῦ Θεοῦ Υἱὸς), ἀλλ' ἐπινοίᾳ μόνῃ· καθ' ὃ γὰρ σκιᾶς καὶ ψεύδους ἐλευθεροῖ, ἀλήθεια· καθ' ὃ δὲ πλάνης καὶ ἀγνοίας, φῶς ἐστιν. Ἀποσταλῆναι μέντοι αἰτοῦσι τὸ φῶς καὶ τὴν ἀλήθειαν, ὡς μὴ ἔχοντες ταῦτα δηλαδή. Οἱ δὲ αἰχμάλωτοι ὡς ἐν σκότει ταῖς συμφοραῖς διάγοντες καὶ ταῖς θλίψεσι, τὴν τούτων ἀπαλλαγὴν φῶς ὀνομάζουσι, καὶ τὴν ἀληθινὴν καὶ βεβαίαν τοῦ Θεοῦ ἀντίληψιν. Αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἄγιόν σου καὶ εἰς τὰ σκηνώματά σου. (A f. 233, B f. 157 b, I f. 220) Τὸ, ὡδήγησαν, φασὶν ἀντὶ τοῦ, ὁδηγήσουσιν, χρόνον ἀντὶ χρόνου λαβόντες. Οὐ γὰρ ὡς ἤδη τοῦ θείου φωτὸς ἐν μεθέξει γεγονότες, καὶ τῆς ἀληθείας ἐπιδραξάμενοι, δι' αὐτῶν ὁδηγεῖσθαι διατείνονται, ἐκεῖνο δὲ μᾶλλον ὡς εἰ ἐν μεθέξει γένοιντο φωτός τε καὶ ἀληθείας, ὁδηγηθήσονται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ καὶ εἰς τὰ σκηνώματα αὐτοῦ. Ὅτι δὲ χρόνος ἀντὶ τοῦ χρόνου παρελήφθη, διδάξειεν ἂν εὐκόλως ἡ τῶν ἐφεξῆς στίχων ἀπόδοσις. Οἱ αὐτοὶ γάρ φασιν, ὅτι Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, καὶ ἐξομολογήσομαί σοι. Ὁ δὲ νοῦς οὖτος· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, ἅτινα ὀδηγήσει με καὶ ἄξει με εἰς τὸ οὐράνιον ὄρος καὶ τὰ ἐν αὐτῷ σκηνώματα. Ἢ ὄρος ἅγιον Ἐκκλησίαν νοοῦμεν· οὕτω γὰρ αὐτὴν ὀνομάζειν ἔθος τοῖς ἁγίοις προφήταις, ἅτε δὴ καὶ ὑψοῦ κειμένην νοητῶς, καὶ χθαμαλὸν ἔχουσαν οὐδέν. Ἡ γὰρ τῶν εἰς Χριστὸν πιστευσάντων πληθὺς οὐκ ἀξιοῖ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, ἀλλ' ἐν οὐρανοῖς πολιτεύεται. κἂν ἐπὶ γῆς περιπατῇ. Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ. (A f. 233 b, B f. 158, I f. 220 b) Εἰ δὲ καὶ ἐκ τοῦ ἐξ ἐθνῶν εἴη προσώπου, προσεπάγουσι τοῖς ἄλλοις καὶ ταῦτα, ὡς οὔπω μὲν εἰσελάσαντες εἰς τὸ θυσιαστήριον τοῦ Θεοῦ, εἰσελευσόμενοι δὲ κατὰ τὸν τῆς κλήσεως καιρὸν εἰς τὸ θεῖον καὶ πάναγνον τοῦ Σωτῆρος θυσιαστήριον, τουτέστι τὴν Ἐκκλησίαν, ἐν ᾗ τὴν ἁγίαν καὶ καθαρωτάτην καὶ ἀναίμακτον τελοῦμεν λατρείαν· καὶ ἀντὶ τοῦ λεπτοῦ καὶ συνθέτου θυμιάματος, προσκομίζομεν τῷ Θεῷ τὰς δοξολογίας, οἷάπερ κιθάρᾳ χρώμενοι. Καὶ τὸν ἐκ τοῦ πράγματος δὲ καρπὸν, ὡς εὖ εἰδότες ὅποι ἔσται, φασὶ πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου. Νεότητα δὲ οὐ σωματικὴν ἐν τούτοις νοοῦμεν, νοητὴν δὲ μᾶλλον, τὴν ὡς ἔν γε φημὶ, ἀνακαινώσει τοῦ νοὸς παρὰ Θεοῦ τελουμένην. Ἐκδύσασθε γὰρ, φησὶ, τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, καὶ ἐνδύσασθε τὸν νέον τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ. Περὶ οὗ καὶ ὁ Ψάλλων φησίν·