Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1017
Not analysed yet
»Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου,» καθ' ἣν εὐφραίνεταί τις τὰ τῆς εὐσεβείας ἔργα πληρῶν. Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, κ. τ. λ. (A f. 233 b. Κυρίλλου καὶ Ἀθανασίου.) Κιθάραν τὸ σῶμα λέγει, δι' οὗ πέφυκεν ὁ νοῦς ἀνακρούεσθαι, καθάπερ διὰ χορδῶν τῶν αἰσθητηρίων μελῳδίαν ἀναπεμπομένων Θεῷ. Δηλοῖ δὲ ἡ κιθάρα καὶ τὴν νέκρωσιν τοῦ σώματος, καὶ τὴν συμφωνίαν τῶν ἀρετῶν· τὴν μὲν γὰρ νέκρωσιν αἱ νευραὶ, τὴν δὲ συμφωνίαν αἱ ἁρμονίαι αἰνίττονται. Δέδειχε δὲ τὴν μὲν φαιδρότητα τῇ τῆς κιθάρας προσθήκῃ, τὴν δὲ ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμβανομένῃ· «Ὁ Θεὸς γὰρ, φησὶν, ὁ Θεός μου,» ἵνα μάθῃς ὅτι τὸν ἐπὶ πάντων Θεὸν, τοῦτον ἐξαίρετον Θεὸν διὰ ζῆλον καὶ πίστιν οἱ ἐκ περιτομῆς μεταγινώσκοντες, καὶ οἱ ἐξ ἐθνῶν πιστεύοντες ἐπιγράφονται· οἷς καὶ ἡ πνευματικὴ νεότης εὐφραίνεται, ἀντικειμένως ἔχουσα πρὸς τὸν παλαιὸν ἄνθρωπον. Μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων, συγγενῶς τῷ καινῷ ἀνθρώπῳ καὶ τῇ καινότητι τοῦ πνεύματος, εἴσεισι πρὸς τὸν Θεὸν, τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα. Ἔλπισον ἐπὶ τὸν Θεόν. (A f. 234) Ἀντὶ τοῦ ἔλπισον, ἀνάμεινον εἶπεν ὁ Σύμμαχος. Οὕτω γάρ σοι λέγειν ἐξέσται. «Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι.» Καὶ, «Ἡ ἐλπὶς δὲ οὐ καταισχύνει.» Τί δὲ δεῖ καὶ λυπεῖσθαι, ἀγαθῶν τοιούτων ἐλπιζομένων; Ἔτι γὰρ μικρὸν ὅσον, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, ὅς ἐστι φῶς καὶ ἀλήθεια. ΨΑΛΜΟΣ ΜΓʹ. Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν. (B f. 159, I f. 222) Τῆς αὐτῆς οὔσης προγραφῆς τῆς τοῦ τεσσαρακοστοῦ πρώτου ψαλμοῦ, καὶ τὸν ἴσον περιεχούσης τῇ πρώτῃ λόγον, ὁποῖός τις ἄρα ἐστὶν ὁ τῶν ψαλλόντων σκοπὸς, εἰπεῖν ἀναγκαῖον. Περιθήσομεν τοίνυν αὐτοῖς τὸ πρόσωπον τῶν ἀμέμπτως ἐν νόμῳ πολιτευσαμένων, καὶ κατωρθωκότων εὖ μάλα τῆς ἐπαινουμένης τὸ τηνικάδε πολιτείας τὰ αὐχήματα· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος γράφων, ὅτι γέγονεν ἄμεμπτος κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ. Εἰσὶ δὲ οἷς ἄμεινον εἶναι φαίνεται τὰ ῥηθέντα κατὰ τὴν πρώτην ἔκδοσιν, φημὶ δὴ ὑπὸ Εὐσεβίου τοῦ Καισαρείας. Οὐκοῦν πρέποι ἂν φέρεσθαι τὸν ψαλμὸν ἢ ἐκ προσώπου τῶν ἁγίων προφητῶν, ἤγουν παρὰ τῶν ἀδιαβλήτως τὴν ἐν νόμῳ λατρείαν κατωρθωκότων. Καὶ κατεφύτευσας αὐτούς. (B f. 159 b, I f. 223) Ὡς ἐπὶ ἀμπέλου δὲ τὸ κατεφυτεύθησαν λέλεκται· ἄμπελος γὰρ εὐκληματοῦσα ὁ Ἰσραήλ. Καὶ ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐκάκωσας λαοὺς, καὶ ἐξέβαλες αὐτούς. Ἡ δεξιά σου, καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. (B f. 159 b, I f. 223) Προστιθέντες, φησὶν, ὅτι