Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1020
Not analysed yet
»καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου,» τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας, κατὰ τὸ εἰκὸς, διαμέμνηνται. Πρόσωπον μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, εἰκὼν ἀπαράλλακτος ὑπάρχων αὐτοῦ, καὶ τῆς ὑποστάσεως χαρακτήρ. Φωτισμός γε μὴν ὁ ἐξ αὐτοῦ πεμπόμενος εἰς νοῦν καὶ καρδίαν τῶν καλουμένων εἰς ἀπολύτρωσιν, ἡ διὰ τοῦ ἁγίου Πνεύματος σύνεσις Θεῷ προσάγουσα τοὺς φωτιζομένους, Οὐκοῦν ἐνηργῆσθαί φασιν τήν τε λύτρωσιν Ἰσραὴλ, καὶ μὴν καὶ τὸ κατισχύσαι τῶν ἐθνῶν αὐτοὺς, ὡς ἐκ Θεοῦ Πατρὸς διὰ τῆς πανσθενοῦς αὐτοῦ χειρὸς, ἤτοι βραχίονος, τουτέστι τοῦ Υἱοῦ, καὶ ὡς ἔν γε φωτισμῷ τῷ διὰ τοῦ ἁγίου Πνεύματος. Τὸν αὐτὸν δὲ Σωτῆρα, Λόγον τὸν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντα, διαφόροις ἐπινοίαις χεῖρα τοῦ Θεοῦ καὶ δεξιὰν καὶ βραχίονα ὀνομάζουσιν αἱ θεῖαι Γραφαὶ, ὡς καὶ σοφίαν Θεοῦ καὶ δικαιοσύνην καὶ ἁγιασμὸν καὶ δύναμιν· ὡς ὀνόματα εἶναι διάφορα καθ' ἑνὸς ὑποκειμένου. Ἡσαΐας γοῦν φησι· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Δαβὶδ δὲ αὐτὸν ἐνταῦθα οὐ μόνον βραχίονα, ἀλλὰ καὶ δεξιὰν χεῖρα ὀνομάζει. Πρὸς δὲ διάνοιαν, τοῦ Ἰσραὴλ ἐκβεβλημένου μετὰ τὸ προδοῦναι τὸν Σωτῆρα, ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν κατηχήσει θείᾳ ταῖς θείαις Γραφαῖς ἐνεφυτεύθημεν. Καὶ ὁ βραχίων ἡμῶν καὶ ἡ ἐργασία οὐκ ἔσωσεν ἡμᾶς, χάριτι δὲ τὴν σωτηρίαν ἐσχήκαμεν. Οὐ γὰρ ἐξ ἔργων, ἀλλ' ἐκ πίστεως τῆς εἰς Χριστὸν ἐδικαιώθημεν. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. (B f. 160, I f. 224) Σύμμαχος· «Σὺ εἶ βασιλεύς μου, ὁ Θεός· ἔντειλαι περὶ τῆς σωτηρίας Ἰακώβ.» Ταῦτα δὲ τοῖς ἐν τῷ λαῷ κατορθοῦσι καὶ τοῖς προφήταις ἁρμόσει, μὴ οἰκείᾳ σώζεσθαι ὁμολογοῦσι δυνάμει. Νοήσεις δὲ καὶ οὔτως· ἐοίκασιν ὁμολογεῖν διὰ τοῦ, «Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου,» ὅτι ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχεις. Οὐκοῦν ὁπότε, φησὶν, ἐπίκουρος τῶν ἐξ Ἰσραὴλ ὁ παναλκὴς καὶ ἀνίκητος, καὶ οὐκ ἔστιν ἡμᾶς ὑποπτεῦσαι τὴν αὐτοῦ ἐξατονῆσαι δύναμιν, λείπεται λοιπὸν οὐδὲν ἕτερον ἐννοεῖν, πλὴν ὅτι προσκεκρούκαμεν· ταύτῃτοι καὶ παρεωράμεθα καὶ πεπτώκαμεν, καὶ μόνην ἔχομεν ἐλπίδα τὴν παρὰ τῆς σῆς γαληνότητος καὶ φιλανθρωπίας ἐπίδοσιν. Σὺ γὰρ εἶ ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, ἀντὶ τοῦ, ὑπισχνούμενος· ἐπήγγελτο δὲ Θεὸς τοῖς περὶ τὸν θεσπέσιον Ἀβραὰμ καὶ τοῖς ἐξ αὐτοῦ, διασώσειν ἅπαν τὸ ἐξ αὐτῶν ἐσόμενον γένος. (K f. 86, I f. 224) Γέγραπται γὰρ, ὅτι «Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου.» Ἢ τὸ ἔντειλαι, νεῦσον μόνον, καὶ σωτηρίας ὁ σὸς λαὸς ἀπολαύσηται. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. (L f. 116 b) Τὰ κερασφόρα ζῶα ὅπλον τὸ κέρας παρὰ τῆς φύσεως εἴληφε· ἡμεῖς δὲ κέρας σωτηρίας καὶ νικηφόρον ὅπλον τὸ σὸν ἔχομεν ὄνομα. Οὔτε γὰρ τόξῳ, οὔτε ἄλλοις ὅπλοις θαῤῥῶ· πεῖραν γὰρ τῆς σῆς δυνάμεως ἔλαβον, διὰ σοῦ τῶν ἐναντίων ἤδη κρατήσας.