Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1040
Not analysed yet
Θεῷ καὶ Πατρὶ τὴν εἰς αὐτὸν πίστιν εὐωδιάζοντας. Χρίεται δὲ τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, ἵνα τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἐννοήσωμεν χάριν, πρὸς εὐθυμίαν ἡμᾶς καὶ ἀγαλλίασιν ἀναφέρουσαν διηνεκῆ. Εἰ γὰρ καὶ ἐπὶ Χριστῷ πεπράχθαι λέγεται, ἀλλ' οἰκονομίας ἧν τὸ χρῆμα μεστόν. Ἔστι μὲν γὰρ ὁ Υἱὸς, τοῦ ἁγίου Πνεύματος χορηγός· ἔνεστι γὰρ αὐτῷ φυσικῶς πάντα τοῦ Πατρός. Δέχεται δὲ ἀνθρωπίνως μεθ' ἡμῶν τὸ Πνεῦμα καὶ αὐτὸς, ὅτε γέγονε καθ' ἡμᾶς, οὐχ ἑαυτῷ τι προστιθεὶς καθ' ὃ νοεῖται καὶ Θεὸς καὶ Λόγος, ἀλλ' ἐν ἑαυτῷ καὶ πρώτῳ τῇ τοῦ ἀνθρώπου φύσει προξενῶν τὸ τῆς ἀγαλλιάσεως Πνεῦμα. Ὅπου γὰρ θείας φύσεως μέθεξις, καὶ χάρις υἱοθεσίας, καὶ ζωῆς ὑπόσχεσις τῆς εἰς μακρὸν αἰῶνα καὶ οὐρανῶν βασιλείαν, ἐκεῖ που πάντως τὸ ἀγαλλιᾶσθαί ἐστιν. Πλὴν παρὰ τοὺς μετόχους αὐτοῦ κέχρισται Χριστός· ἡμεῖς μὲν γὰρ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ἑαυτοῖς ἐσχήκαμεν· ὡς δὲ ὁ Παῦλός φησι, πᾶν τὸ πλήρωμα τῆς θεότητος ἐν Χριστῷ νοεῖται σωματικῶς. Διὰ τοῦτο οὐδὲ ἐκ μέρους αὐτὸν διδόναι φασὶ τὸ Πνεῦμα οἱ ἅγιοι, ὁμολογοῦσι δὲ μᾶλλον ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνουσιν(A f. 250 b) Πότε δὲ ἐχρίσθη ὁ Χριστός; Ὅτε ὡς ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα ἦλθεν ἐπ' αὐτόν. Τότε καὶ τὸ καινὸν ὄνομα ἐδέξατο, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἔφη γὰρ ὅτι καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν, ὃ Κύριος ὀνομάσει αὐτῷ. Πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως γυμνὸς ἔτι καὶ ἄσαρκος ὁ λόγος ὢν, θεοπρεπῶς ὠνομάζετο φῶς καὶ ζωὴ καὶ τὰ τοιαῦτα. Μετὰ δὲ τὴν ἐνανθρώπησιν, ἧς τὴν οἰκονομίαν ἡ τοῦ κεχρίσθαι δύναμις εἰσφέρει, ὡς κεχρισμένος ἤδη παρὰ τοῦ Πατρὸς τὸ καινὸν ὄνομα δέχεται, τουτέστι τὸ Χριστός. Αὐτὸς γὰρ ὢν ὁ τοῖς ἄλλοις ἁγιασμοῦ χορηγὸς ὡς Θεὸς, μεθ' ἡμῶν ἁγιάζεται κατὰ τὸ ἀνθρώπινον· περὶ ὃ καὶ ἡ χάρις, καὶ τῆς σαρκὸς ὁ ἁγιασμὸς, τῆς οὐ κατὰ φύσιν ἁγίας, ἀλλ' ὡς ἐν μεθέξει τῇ παρὰ Θεῷ. Τοὺς δὲ μαθητὰς ἀδελφοὺς ὠνόμασε, καὶ μετόχους ἑαυτοῦ κατεστήσατο. Ἁγιάζει γὰρ ὡς Θεὸς, τῷ ἰδίῳ καταχρίων Πνεύματι τοὺς ἐν μεθέξει γεγονότας αὐτοῦ διὰ πίστεως. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. (E f. 83, I f. 239 b) Ἰμάτια Χριστοῦ νοητέον τοὺς ἐγγὺς αὐτοῦ γεγονότας, καὶ οἱονεί πως ἐν χρῷ καὶ περὶ αὐτὸν, διά τε πίστεως καὶ ἁγιασμοῦ καὶ οἰκειότητος τῆς πνευματικῆς. Βάρεις γε μὴν ἐλεφαντίνας, τὰς Ἐκκλησίας ἐν τούτοις φασί. Βάρις μὲν γὰρ καλεῖται πύργος ἅπας· πεπυργῶσθαι δέ φαμεν τὰς