Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1041
Not analysed yet
Ἐκκλησίας τῇ τοῦ Χριστοῦ δυνάμει καὶ χάριτι· τεθεμελίωνται γὰρ ἐπὶ τὴν πέτραν· Ἐλεφαντίνας δὲ, ἀντὶ τοῦ λαμπρὰς καὶ τιμίας καὶ περικαλλεστάτας· ἔνεστι γὰρ καὶ τοῦτο αὐταῖς, καθάπερ ἀμέλει καὶ τοῖς ἐξ ἐλέφαντος κατεσκευασμένοις τῶν σκευῶν. Αὗται δὲ αἱ ἐξ ἐλέφαντος βάρεις, καὶ βασιλέων εἰσὶ θυγατέρες. Πῶς ἢ τίνα τρόπον; Υἱοὶ γὰρ ὅντες τῆς βασιλείας οἱ θεσπέσιοι μαθηταὶ, ὀνομάζοιντο ἂν καὶ βασιλεῖς εἰκότως. Γεγόνασι δὲ καὶ πατέρες τῶν Ἐκκλησιῶν· ἐγέννησαν γὰρ αὐτὰς διὰ τοῦ Εὐαγγελίου καὶ τῶν ἱερῶν κηρυγμάτων. Τοῦτο γάρ φησι καὶ ὁ μακάριος Παῦλος· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Οὐκοῦν ἀπὸ τῶν ἱματίων σου, καὶ ἀπὸ τῶν βάρεων τῶν ἐλεφαντίνων, τουτέστι τῶν περικαλλεστάτων ἐκκλησιῶν, ἐκδίδοται σμύρνα καὶ στακτὴ καὶ κασία, τουτέστι τρόπος ἅπας εὐωδίας πνευματικῆς. Τούτοις γάρ σε τοῖς ἀρώμασιν, ἤτοι ταῖς νοηταῖς εὐοσμίαις, αἱ τῶν βασιλέων ηὔφραναν θυγατέρες ἐν τῇ τιμῇ σου, τουτέστιν ἐν καιρῷ καθ' ὃν ἔδει τιμηθῆναί σε παρ' αὐτῶν. Ὅτε γὰρ κέκληνται, τότε καὶ τετιμήκασιν. Ἰστέον δὲ ὅτι, κατά γε τὸν Μωσέως νόμον, ἡ τοῦ ἁγίου ἐλαίου σύνθεσις, ὑφ' οὗ κατεχρίοντο καὶ ἡ σκηνὴ καὶ σκεύη τὰ ἱερὰ καὶ οἱ καλούμενοι πρὸς ἱερουργίαν, διὰ τῶν ὠνομασμένων ἀρωμάτων ἐδέχετο τὴν κατασκευήν. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. (B f. 171, I f. 241) Τὰς κατὰ πᾶσαν τὴν οἰκουμένην Ἐκκλησίας, μίαν νῦν ὀνομάζει, διὰ τὸ ἑνὸς εἶναι Δεσπότου καὶ μίαν εἶναι τὴν πίστιν ἐν αὐταῖς, ἔν τε ὁμοίως τὸ σωτήριον βάπτισμα. Οὐ γὰρ μερίζονται πρὸς διχόνοιαν· ὥστε καὶ ἀναριθμήτους οὔσας, μίαν εἶναί τε καὶ ὀνομάζεσθαι. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου. (B f. 171, I f. 241) Μυσταγωγοῦσι τὴν βασιλίδα καὶ σοφωτάτην ἀποτελεῖν σπουδάζουσιν οἱ νυμφαγωγοὶ, καὶ τὰ δι' ὧν ἔσται τῷ νυμφίῳ θυμηρεστάτη παραφωνοῦσιν αὐτῇ. Πρόεισί γε μὴν ἐν κόσμῳ τῷ δέοντι καὶ νῦν ὁ λόγος αὐτοῖς. Δεῖ γὰρ πρῶτον ἡμᾶς ἀκοῦσαι, τουτέστιν εἰς οὖς δέξασθαι τὸ λαλούμενον, καὶ ἀνασχέσθαι μυσταγωγίας· εἶθ' οὕτως ἐν κατανοήσει γενέσθαι τῶν εἰρημένων· κατακλίνεσθαι τὸ οὖς μετὰ τοῦτο, τουτέστιν προσκομίσαι λοιπὸν τὸ εἰς ἅπαν εὐήκοον. Θυγατέρα γε μὴν καλοῦσι τὴν Ἐκκλησίαν, ἅτε δὴ δι' αὐτῶν προσκεκοσμημένην τῷ ἄνωθεν καὶ ἐξ οὐρανῶν νυμφίῳ, τουτέστι Χριστῷ. Θεοῦ γὰρ γεγόνασι συνεργοὶ Θεοῦ διάκονοι, καταλλάσσοντες αὐτῷ διὰ τῆς πίστεως καὶ τοῦ ἁγίου βαπτίσματος τὴν ὑπ' οὐρανόν. Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστιν κύριός σου· καὶ προσκυνήσουσιν αὐτῷ. (I f. 241 b) Ἐν τούτοις εὖ μάλα καὶ ἐναργῶς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ὁ τῶν ἁγίων προφητῶν αἰνίττεται λόγος. Οὐ γὰρ ἂν εἶπεν τὸ Πνεῦμα τὸ ἅγιον