Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1045
Not analysed yet
λοιπὸν οἱ θεσπέσιοι μαθηταί. Διὸ πρὸς τὴν Ἰουδαίων μητέρα τὴν Ἱερουσαλήμ φησιν· «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν υἱοὶ,» τουτέστι τὴν τῶν πατέρων τάξιν διέλαχον. Πρὸς δὲ τὸν Κύριον· «Καταστήσεις αὐτοὺς ἄρχοντας·» ὃ καὶ ἐξέβη· ἄρχοντας γὰρ πεποιήμεθα, καὶ κριτὰς ἐσχήκαμεν οἰκουμενικοὺς τοὺς ἁγίους μαθητὰς, ὧν ταῖς ὑποθήκαις καὶ αὐτὸ τὸ τοῦ Χριστοῦ λαλεῖται μυστήριον. Ἐπείπερ εἰσὶν αὐτοὶ καὶ ταμίαι τοῦ σώζοντος λόγου, καὶ τῶν πρακτέων εἰσηγηταὶ, τὸ μὲν κίβδηλον ἀποκρίνοντες, τὸ δ' ὠφέλιμον συμβουλεύοντες. Οὐκοῦν οὕτως συντακτέον, οἱ υἱοὶ ἀντὶ πατέρων σου γεννήσονται. (I f. 243 b, B f. 173) Ἔκτισεν ὁ Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκαταλλάξας τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἐκ τούτων τε κἀκείνων τὸ τῆς Ἐκκλησίας νοεῖται πλήρωμα. Φασὶ δὴ οὖν πρὸς αὐτὴν οἱ προφῆται· «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί·» ἐοίκασι δὲ διὰ τουτωνὶ τῶν ἁγίων ἀποστόλων τε καὶ εὐαγγελιστῶν ποιεῖσθαι μνήμην. Ἦσαν μὲν γὰρ πατέρες τῆς Ἰουδαίων Συναγωγῆς Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ οἱ μετ' ἐκείνους πατριάρχαι τε καὶ προφῆται· ἐπεὶ δὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, κεχειροτόνηνται παρ' αὐτοῦ τῆς Ἐκκλησίας Πατέρες, καὶ ἐν τάξει γεγόνασι τῶν πρώτων οἱ θεσπέσιοι μαθηταί. Ὅτι γὰρ ἐθνῶν τε καὶ Ἰουδαίων πατὴρ ἦν ὁ θεσπέσιος Ἀβραὰμ, πῶς ἔστιν ἀμφιβαλεῖν; Τοῦ μὲν γὰρ Ἰσραὴλ, κατὰ σάρκα γέγονε πατήρ· τοῖς γε μὴν ἐξ ἐθνῶν, δι' ἐπαγγελίας· εἴρηται γὰρ πρὸς αὐτὸν, ὅτι «Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·» ἠκολούθησαν γὰρ τοῖς ἴχνεσιν αὐτοῦ δικαιωθέντες ἐκ πίστεως, καὶ ἐπειδὴ γεγόνασι πιστοὶ, ηὐλογήθησαν σὺν αὐτῷ. Ἐν τάξει δὴ οὖν πατέρων τέθεινται τῇ Ἐκκλησίᾳ οἱ πάνσοφοι μαθηταί. Ἔστι γοῦν [ἀληθὲς τὸ τοῦ Παύλου, «Ὥστε κἂν] μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.» Ναὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης ὡς τέκνοις ἄνω τε καὶ κάτω τοῖς εἰς Χριστὸν πιστεύσασι διαλέγεται. Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (I f. 244 b) Εἰ γὰρ καὶ τῶν καθ' ἡμᾶς ἀπηλλάχθησαν πραγμάτων, ἔτι διαμέμνηνται καὶ οὕτω Χριστοῦ, Βίβλοις τε ἱεραῖς ἐναπέθεντο τὰς μυσταγωγίας, καὶ εἰς δεῦρο κηρύττουσι Θεὸν αὐτόν. ΨΑΛΜΟΣ ΜΕʹ. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν. (K f. 91, I f. 246. Κυρίλλου καὶ Βασιλείου.) Κἂν εἰ πᾶσα, φησὶ, ταραχθείη καθ' ἡμῶν ἡ γῆ, τουτέστιν οἱ κατοικοῦντες ἐν αὐτῇ, κἂν εἰ τοσαῦτα πως ἰσχύσειαν οἱ παρ' ἡμῶν κηρύγμασιν τὴν ἑαυτῶν σκαιότητα κατεξανιστᾷν ἐθέλοντες, ὥστε καὶ ὄρη δύνασθαι