Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1048
Not analysed yet
μεθιστᾷν, καὶ εἰς θάλασσαν ἐμβαλεῖν, ἀλλ' ἡμῖν εἰς ἐπικουρίαν ἀρκέσει ἡ παναλκὴς δεξιὰ, καὶ θορύβου πέρα τιθεῖσα παντὸς τοὺς ἀνακειμένους Θεῷ· καὶ τὰ ἀνάντη καταλειαίνουσα, καὶ τὰ δυσχερῆ μεθιστᾶσα πρὸς εὐχέρειαν, καὶ βάσιμον ἀποφαίνουσα ἠρμένον ὑψοῦ, καὶ τὴν τῶν ὑπερηφάνων ὀφρὺν καταφέρουσα. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. (B f. 175, I f. 246 b) Ὕδατα δὲ ἠχοῦντα καὶ ταραττόμενα νοήσεις τὴν τῶν ἐθνῶν πληθύν· οὕτω γὰρ εἴωθεν ἡ θεόπνευστος Γραφὴ ταῦτα καλεῖν· οὕτω γάρ πού φησι καὶ περὶ τῆς Νινευὴ, ὅτι Νινευὴ ὡς κολυμβήθρα ὕδατος τὰ ὕδατα αὐτῆς.» Ἔφη δέ τις καὶ ἕτερος τῶν ἁγίων προφητῶν· «Τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν,» ἀντὶ τοῦ ἐθνῶν. Βεβασίλευκε γὰρ ἐπὶ πάντα τὰ ἔθνη Χριστός. —(E f. 84 b, i f. 246 b. Κυρίλλου καὶ Βασιλείου) Ἀλλὰ «καὶ τὰ ὄρη, φησὶν, ἐταράχθησαν ἐν τῇ κραταιότητι αὐτοῦ.» Ὄρη δέ φησι τοὺς τῶν ἐν κόσμῳ τάχα που φανερωτέρους, καὶ ἐπὶ κενοῖς δοξαρίοις [al. cod. ἐπὶ δόξῃ κενῇ] φρονοῦντας μέγα. Ἀλλὰ καὶ οὗτοι ἐταράχθησαν καὶ κατεξανέστησαν τῶν ἁγίων μυσταγωγῶν. Ἠδίκησε δὲ αὐτοὺς οὐδὲν ὁ ἀλιτήριος Σατανᾶς· οἱ γὰρ ἐν ἀρχαῖς τοῖς ἁγίοις ἐπιπηδῶντες μυσταγωγοῖς . . . τητα τὴν ἐν Χριστῷ, καὶ τῶν εὐαγγελικῶν θεσπισμάτων γεγόνασιν ἐρασταί. Ὃ δὴ κατεθαύμακεν ὁ μακάριος Δαβίδ· ἔφη γὰρ· «Τοιαύτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. (I f. 247) Ὅτι δὲ ποταμὸς καὶ ὁ Χριστὸς ὠνομάσθη πλεισταχοῦ τῶν ἱερῶν Γραμμάτων, οἶδέ που πάντως ὁ φιλομαθής. Ἔφη μὲν γὰρ αὐτὸς περὶ ἡμῶν δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.» Εὖ δὲ δὴ σφόδρα τὸἐκκλίνω φησίν· ἦν μὲν γὰρ ἡ πορεία, φησὶν, ἤτοι ἡ ὁδὸς αὐτῷ πρὸς τοὺς ἐξ αἵματος Ἰσραήλ· ἐπειδὴ δὲ ἀπεώσαντο τὴν πίστιν, καὶ τῶν ἱερῶν αὐτοῦ ναμάτων τὴν μέθεξιν οὐδενὸς ἠξίωσαν λόγου, ταύτῃ τοι καὶ μάλα εἰκότως ἐγκέκλικεν εἰς ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους, καὶ γέγονεν ἡμῖν ποταμὸς εἰρήνης καὶ χείμαῤῥος ἐπικλύζων— «Ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος·» σκήνωμα δὲ οὐδὲν ἧττον αὐτὴν εἶναί φαμεν τὴν Ἐκκλησίαν. Κατοικεῖ γὰρ ἐν ἁγίαις καὶ ὁσίαις ψυχαῖς, ἁγίας αὐτὰς ἀποφαίνων, διὰ τοῦ μετόχους ἀποτελεῖν τοῦ ἁγίου Πνεύματος. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ. (B f. 176, I f. 248, L f. 123 b. Κυρίλλου καὶ Διδύμου.) Ἐπειδὴ ὄρθρου βαθέως ἡ ἀνάστασις Κυρίου, αὐτὴν καλεῖ τὴν βοήθειαν. Βοηθεῖται ἡ πόλις τοῦ Θεοῦ ἐγγυζούσης ἡμέρας. Ἑτέρα δ' ἔστιν