Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1056
Not analysed yet
πνευμάτων ἢ καὶ ἐνδοιαζόντων ὑπό γε τοῦ μὴ εἰδέναι σαφῶς τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, ἐμάνθανον ὅτι Κύριος ἦν τῶν δυνάμεων, καὶ Κύριος δυνατὸς ἐν πολέμῳ. Γράφει δὲ καὶ ὁ πάνσοφος Παῦλος· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων ἢν ἐποίησεν ἐν τῷ Χριστῷ.» Ἐδιδάσκοντο τοίνυν ἀλαλάζειν αὐτῷ καὶ δυνάμεις αἱ νοηταὶ, καὶ οἷά τινος σάλπιγγος ἠχὴ διαπρύσιος ἡ διὰ τοῦ Πνεύματος ἀποκάλυψις ἐν αὐταῖς ἦν, τὸ βαθὺ τῆς ἐνανθρωπήσεως μυστήριον ἐκκαλύπτουσα. Ἦν οὖν ἀναγκαῖον τοῖς ἄνω πνεύμασιν συναλαλάζειν τοὺς σεσωσμένους, ψάλλειν τε διηνεκῶς, καὶ ἀκατεύνεστον αὐτῷ προσάγειν τὴν ὑμνῳδίαν. Πλὴν τὸ ἀνέβη λέγοντες, διδάσκουσιν ὅτι κατέβη. Συνιεὶς γὰρ οὕτως καὶ ὁ πάνσοφος Παῦλός φησι· «Τὸ δὲ Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς;» Καὶ πάλιν· «Ὁ καταβὰς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς. (B f. 180, I f. 253 b) Οὐκ ἐπὶ μόνης τῆς Ἰουδαίας Θεός τε καὶ βασιλεὺς ὑπάρχων ὁ Υἱὸς γνωρίζεται, ἀλλὰ γὰρ ἤδη καὶ ἐν πάσῃ τῇ γῇ. Ὑποδεδράμηκε γὰρ τῆς ὑπ' αὐτῷ βασιλείας τὸν ζυγὸν ἡ πολλὴ καὶ ἀμέτρητος τῶν ἐθνῶν πληθὺς τῶν ἀνὰ πᾶσαν ὅντων τὴν ὑπ' οὐρανόν. Ψάλατε δὴ οὖν συνετῶς, τουτέστιν ἁγιοπρεπεῖ συνέσει χρώμενοι, καὶ συνιέντες ὀρθῶς τοῦ Χριστοῦ μυστήριον· νοῦ γὰρ καὶ καρδίας δεῖται σοφῆς. Οὕτω γάρ που καὶ ὁ προφήτης φησί· «Τίς σοφὸς, καὶ συνήσει ταῦτα; καὶ συνετὸς, καὶ ἐπιγνώσεται αὐτά;» οἶμαι δὲ δεῖν καθ' ἑτέραν ἔννοιαν τοῖς προκειμένοις προσβαλεῖν. Ψάλατε γὰρ δὴ καὶ δοξολογεῖτε· βεβασίλευκε γὰρ ὁ Θεὸς συνετῶς ἐπὶ πάντα τὰ ἔθνη. Τὸ δὲ συνετῶς, ἀντὶ τοῦ μετὰ σοφίας καὶ ἀποῤῥήτου τινὸς οἰκονομίας. Καὶ γάρ ἐστιν ἀληθῶς σοφίας ἔμπλεων τὸ Χριστοῦ μυστήριον. Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. (I f. 253 b) Θρόνον ὀνομάζει Θεοῦ τὸν οὐρανὸν ἡ θεόπνευστος Γραφή· καὶ οὐχ ἵνα τι νοῶμεν σωματικὸν (οὐ γὰρ ἐν τάξει τῇ καθ' ἡμᾶς τὸ Θεῖον· ἀσώματον γὰρ καὶ ἀπερινόητον παντελῶς), διὰ δὲ τοῦ θρόνου τὴν βασιλείαν ἔθος ὀνομάζειν αὐτῇ. Ὅταν οὖν θρόνον ἔχειν λέγηται τὸν οὐρανὸν, ἰστέον ὅτι τὴν κατὰ τῶν ἁγίων ἀγγέλων ἀρχὴν διὰ τούτου νοεῖσθαι πρέπει. Γεγόνασι δὲ θρόνος αὐτοῦ καὶ οἱ πιστεύσαντες εἰς αὐτὸν, οἳ καὶ εἰσὶν ἅγιοι, ἅτε δὲ καὶ ἀπόνιψιν μὲν ἐσχηκότες τῶν ἡμαρτημένων, κατακεχριμένοι δὲ τὰς καρδίας τῇ τοῦ ἁγίου Πνεύματος ἐνεργείᾳ καὶ χάριτι. Γεγόνασι δὲ οὕτω καὶ τῆς θείας φύσεως αὐτοῦ κοινωνοί. Ὅτι τοίνυν ἐπανεπαύσατο καὶ ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, χαίροντες οἱ πνευματοφόροι καὶ τοῦτό φασιν· ὅτι Κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ, τουτέστιν ἐπαναπαύεται τοῖς ἑαυτοῦ γνωρίμοις, καὶ ἔστιν ἐν ἡμῖν, καθάπερ ἀμέλει καὶ ἐν τοῖς ἄνω πνεύμασιν.