Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1057
Not analysed yet
Εἰ δὲ δὴ βούλοιτό τις διὰ τοῦ θρόνου τὸ ἱδρυμένον καὶ ἀκατάσειστον παντελῶς τῆς Χριστοῦ βασιλείας σημαίνεσθαι, συνήσει καὶ οὕτως ὀρθῶς. Διηνεκὴς γὰρ ἡ βασιλεία Χριστοῦ, καὶ εἰς ἀτελευτήτους αἰῶνας πέμπεται· οὐ γὰρ ἔσται τέλος τῆς βασιλείας αὐτοῦ, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν. Ἄρχοντες λαῶν συνήχθησαν μετὰ [τοῦ Θεοῦ] Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. (B f. 180 b. I f. 254) Ἐοίκασιν ἐν τούτοις ἢ τὴν ἑαυτῶν ἀνάῤῥησιν καταδηλοῦν οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν ὡς ἐν τάξει προφητείας τὴν τῶν ἐσομένων μετ' αὐτοὺς ποιμένων ἁγίων πληθὺν ὑπομένειν. Ἄρχοντες γὰρ γεγόνασι λαῶν πρῶτοι μὲν αὐτοὶ, μετ' αὐτοὺς δὲ καὶ καθ' ἑξῆς ἕτεροι πλεῖστοί τε ὅσοι καὶ σοφοὶ, καὶ τῆς αὐτῶν εὐσεβείας κατόπιν ἰέναι σπουδάζοντες, καὶ τὸ θεῖόν τε καὶ ἀγγελικὸν περιαγγέλλοντες κήρυγμα τοῖς ἁπανταχοῦ. Οὗτοι δὴ οὖν συνήχθησαν, τουτέστι συνῆλθον, ἤτοι συνέβησαν εἰς ὁμοπιστίαν τε καὶ ὁμοψυχίαν, προσθείην δ' ἂν ὅτι καὶ ταυτοέπειαν· εἷς γὰρ Κύριος, μία πίστις, ἒν βάπτισμα, καὶ εἷς ὁ παρὰ πάντων ἐστὶ λόγος ἐπὶ Χριστῷ τῶν συνιέντων ὀρθῶς τὸ ἐπ' αὐτῷ μυστήριον. Εἰ δὲ παρασημαίνουσί τινες καὶ παρευθύνουσι τὴν ἀλήθειαν, ἀλλ' οὐδεὶς τῶν τοιούτων ἡμῖν ὁ λόγος, οἷς καὶ σύνεστιν ὁ Χριστός· καὶ οὐ πρόσφατος ὑπάρχων Θεὸς, ἀλλ' ἐκεῖνος αὐτὸς ὁ καὶ τοῦ προπάτορος Ἀβραάμ. Οὕτω συνήχθησαν οἱ ἄρχοντες, οἱ περὶ ὧν ἀρτίως γέγονεν ἡμῖν ὁ λόγος, μετὰ τοῦ Θεοῦ Ἀβραάμ. Ὅτι δὲ γεγόνασιν ἐπίσημοι καὶ ἀπόβλεπτοι τοῖς ἁπανταχοῦ, Χριστοῦ νέμοντος αὐτοῖς τὸ εἶναι τοιούτους, διασαφοῦσι λέγοντες, ὅτι «Τοῦ Θεοῦ οἱ κραταιοὶ,» τουτέστιν οἱ πνευματικὴν ἔχοντες εὐανδρίαν, οἱ εὐσθενέστατοι μαχηταὶ, οἱ ταῖς τοῦ διαβόλου δυστροπίαις ἀντιταττόμενοι, καὶ ταῖς τῶν φλυαρούντων κενοφωνίαις ἀντανιστάμενοι, τῆς γῆς σφόδρα ἐπήρθησαν· τουτέστιν οὐ χθαμαλοὶ καὶ ἄσημοι καὶ ἀπεῤῥιμμένοι νοηθεῖεν ἂν, ἀλλ' οἷον ὑψοῦ βεβηκότες κατὰ ἀρετὴν, καὶ ἀνῳκισμένην ἔχοντες ζωὴν, καὶ οὐ βάσιμον τοῖς πολλοῖς. Ἢ τάχα που καὶ τὸ ἐπῆρθαι λέγειν αὐτοὺς ἀπὸ τῆς γῆς, κατασημαίνειεν τὸ νοῦν ἔχειν αὐτοὺς οὐ τοῖς ἐπιγείοις ἐμπεπηγότα πράγμασιν, ἀλλ' ὑπερορῶντα τῶν σαρκικῶν, καὶ ἄνω βλέποντα, διά τοι τὸ βούλεσθαι δογματικῆς εὐτεχνίας καὶ πρακτικῆς ἀστειότητος εἰς λῆξιν ἐλθεῖν. ΨΑΛΜΟΣ ΜΖʹ. Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ αὐτοῦ. (B f. 181, I. f. 256, L. f. 125) Μέγας δὲ κυ-