Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1061
Not analysed yet
ἀεὶ τοῖς προεστηκόσιν αὐτῆς καὶ δὴ καὶ ἀμείνους ἀποφαίνων ἀεὶ πανταχοῦ τῶν ἀνθεστηκότων. Δῆλον ἂν εἴη δήπουθεν παντὸς ἀξιῶν λόγου τὴν Ἐκκλησίαν. Ἰστέον γε μὴν κἀκεῖνο πρὸς τούτῳ· βάρεις γὰρ εἶναι λέγουσιν οὐ τοὺς ἐν τοῖς τείχεσι πύργους μόνον, ἀλλὰ γὰρ καί τινα τῶν πλοίων εὖ καὶ ἐντέχνως διηρτισμένα. Παρεικαστέον δὲ πάλιν καὶ τούτοις αὐτοῖς τὰς τῶν ἁγίων κεφαλὰς, διά τοι τὸ πανταχοῦ μονονουχὶ διαπλεῖν, καὶ τὸν τῆς εὐσεβείας φόρτον διακομίζειν τοῖς ἁπανταχοῦ· ὁποῖός τις ἦν ὁ θεσπέσιος Παῦλος, ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ διατρέχων καὶ κηρύσσων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Ἔφη δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ἐν τῇ πλατείᾳ καὶ εὐρυχώρῳ θαλάσσῃ πλοῖά τε διαπορεύεσθαι· καὶ μὴν καὶ δράκοντα τὸν πεπλασμένον εἰς τὸ ἐμπαίζεσθαι· πλοῖα . . ἱερῶν κηρυγμάτων διακομιστάς· δράκοντά τε τὸν ἐφεδρεύοντα αὐτοῖς Σατανᾶν, ὃν καὶ νενικήκασιν οἱ πλοῖα χρηματίζοντες ἅγιοι, ἀντίληψιν αὐτοῖς τὴν ἀποχρῶσαν εἰς σωτηρίαν νέμοντος τοῦ Χριστοῦ. Τὰ δ' ἄλλα τῷ πρώτῳ ὁμοίως. Συντρίψεις πλοῖα Θαρσεῖς. (L f. 126) Θαρσεῖς θαλάσσης· λέγεται δὲ μέρος τῆς Αἰθιοπίας. Καὶ Ταρσὸς ἡ πόλις, παρὰ Ἰωνᾶ Θαρσεῖς καλεῖται. Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. (B f. 182 b, I f. 260 b, L f. 126 Κυρίλλου καὶ Θεοδώρου.) Συνέδραμον μὲν ὡς πολεμήσοντες οἱ τῆς Ἐκκλησίας ἐχθροί· θεασάμενοι δὲ τῆς πολεμουμένης τὸ ἄμαχον κατεπλάγησαν, καὶ τοῦ πολεμεῖν καὶ βάλλειν παυσάμενοι, βοῶσι· Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν· τὰς γὰρ περὶ αὐτῆς προῤῥήσεις οὐ βουλόμενοι δέχεσθαι, δι' ἑαυτῶν ἐθεασάμεθα τὴν ἐκείνων ἀλήθειαν. Πῶς δὲ λέγειν ἐδύναντο, «Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν,» μὴ πιστοὶ γεγονότες; Οἱ γὰρ Θεόν τε ὁμοῦ καὶ τῶν δυνάμεων Κύριον ὁμολογοῦντες ὑπάρχειν αὐτὸν, ἱδρυμένην πάντως που τὴν πίστιν ἐν ἑαυτοῖς [ἔχειν σημαίνουσιν.] Ποῦ δὲ τὴν ἐπαγγελίαν εἶδον πληρωθεῖσαν, ἢ ἐν τῇ Ἐκκλησίᾳ, ἥτις ἐστὶν πόλις τοῦ Θεοῦ; Ὅσον διὰ τῆς πίστεως ἀκούομεν Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν πεπιστευμένως, τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβάνοντες. Δείξας τῶν πολεμίων τὴν μεταβολὴν, προλέγει λοιπὸν ὁποίοις χρήσονται λόγοις οἱ τῆς σωτηρίας τετυχηκότες ὑμνοῦντες τὸν εὐεργέτην. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου, κ. τ. λ. (E f. 86, I f. 260 b, L f. 126 b) Τὸ ὑπελάβομεν ἐν τούτοις ἢ ἐκληπτέον ἀντὶ τοῦ Εἰκάσαμεν, ἐνενοήσαμεν, ἢ διετέθημεν βεβαίως ἀραρότως, ὅτι τὸ ἔλεός σου πάντη τε καὶ πάντως ὑπάρξει τοῖς ἐν μέσῳ γεγονόσι τοῦ ναοῦ. Οὐ γάρ τοί φαμεν τοῖς ἀπίστοις ὅτι ἡ τῶν παρὰ Θεοῦ χαρισμάτων ἐκνεμηθήσεται μέθεξις, ἀλλὰ τοῖς ἤδη πιστεύσασιν. Εἴρηται γὰρ τοῖς ἀρχαιοτέροις, ὅτι «Τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν, θαρσεῖτε.» Ὁμοίως δὲ καὶ ἐν τοῖς πρὸ τούτου, ὅτι «Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται.»