Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1064
Not analysed yet
Κατὰ τὸ ὅνομά σου, ὁ Θεὸς, οὔτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Ὄνομα τὴν δόξαν ἔθος τῇ θείᾳ λέγειν Γραφῇ· ἕπεσθαι δὲ τῇ τοῦ Θεοῦ δόξῃ τὴν περὶ αὐτοῦ φησιν εὐφημίαν, ἀναλόγως τε καὶ εἰκότως· ὑμνεῖται γὰρ πρὸς ἁπάντων τῶν ἐπὶ τῆς γῆς κατὰ τὸ ὕψος τῆς ὑπεροχῆς αὐτοῦ. Τί γὰρ δὴ καί φαμεν ὑμνοῦντες αὐτόν· «Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι;» Καί· «Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν; Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ· σὺ κατηρτίσω ἥλιον καὶ σελήνην.» Καὶ ἁπλῶς ὡς Θεὸν τῶν ὅλων καὶ Κύριον ὑμνολογοῦμεν αὐτόν. «Δικαιοσύνης πλήρης ἡ δεξιά σου.» Τεθαυμάκασι μὲν τὴν αἴνεσιν τοῦ ἐπὶ πάντας Θεοῦ τὴν ἐξ ἁπάσης αὐτῷ γινομένην τῆς γῆς, ὡς ἀναλόγως ἔχουσαν τῇ αὐτοῦ δόξῃ καὶ ὑπεροχῇ. Θαυμάζουσι δὲ καὶ ἕτερόν τι πρὸς τούτοις· τὴν γάρ τοι τοῦ Θεοῦ καὶ Πατρὸς δεξιὰν πλήρη φασὶν εἶναι δικαιοσύνης, ἤτοι δικαιοκρισίας. Τίς δ' ἂν νοοῖτο πρὸς ἡμῶν ἡ δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, πλὴν ὅτι κατὰ ἀλήθειαν ὁ ἐξ αὐτοῦ πεφηνὼς μονογενὴς Θεοῦ Λόγος; Αὕτη ἡ μεγάλη καὶ ὑπερφυὴς καὶ πάντων ἐπέκεινα δεξιὰ τοῦ Πατρὸς δικαίᾳ ψήφῳ τὸν ἀλιτήριον Σατανᾶν ἀπεσόβησε μὲν τῶν ἐπὶ τῆς . . . πάλαι κεκρατημένους καὶ πεσόντας ὑπ' αὐτῷ. Δεδικαίωκε γὰρ διὰ τῆς πίστεως, καὶ τῶν ἀρχαίων ἐλευθερώσας αἰτιαμάτων, ἁγίους αὐτοὺς καὶ ἀμώμους προσεκόμισεν τῷ Θεῷ καὶ Πατρί. Πιστώσεται δὲ καὶ αὐτὸς ὁ Υἱὸς ὧδε λέγων· «Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Κἀγὼ ἐὰν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Οὐκοῦν ἐφ' ὁσιότητι καὶ δικαιοσύνῃ τεθαύμασται λίαν πρὸς ἁπάντων τῶν ἐθνῶν ἡ ἀξιάγαστος δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐπαμύνασα τοῖς ἠδικημένοις, καὶ ἀναστήσασα τοὺς κατεῤῥαγμένους, καὶ φωτίσασα τοὺς ἐσκοτισμένους. Εὐφρανθήτω τὸ ὄρος Σιὼν, ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας. (B f. 183, I f. 261 b, L f. 126 b) Οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, χαίρουσι μὲν λίαν ἐπί γε σφίσιν αὐτοῖς, ὡς ἠλεημένοι καὶ ἐν μεθέξει παντὸς γεγονότες καλοῦ διὰ τῆς θείας καὶ πανσθενοῦς δεξιᾶς τοῦ Θεοῦ καὶ Πατρός. Ἐοίκασι δέ πως καὶ τῷ ἑτέρῳ συγχαίρειν λαῷ, φημὶ δὲ τῷ Ἰσραὴλ, ὡς κληθησομένῳ κατὰ καιροὺς εἰς ἐπίγνωσιν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ εἰς μέθεξιν χαρισμάτων ὧν ἐσχήκασιν ἤδη προεισβαλόντες αὐτοί. Τοῦτο δὲ καὶ προφητικὸς ἐμπεδοῖ λόγος, «Μετὰ ταῦτα, φήσας, ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐπιζητήσουσιν Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτου τῶν ἡμερῶν.» Εὐφραινέσθω δὴ οὖν, φασὶ, τὸ ὄρος Σιὼν, τουτέστιν ἡ Ἱερουσαλὴμ, καὶ αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων σου, Κύριε, τῶν ἀγαθῶν δηλονότι. Θυγατέρες δὲ τῆς Ἱε-