Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1069
Not analysed yet
ἅλατι ἠρτυμένος,» ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Ἐνδοιάσειε δ' ἂν οὐδεὶς ὡς ἔσται που πάντως ἡδὺς καὶ φίλος ταῖς τῶν φιλαρέτων ψυχαῖς. Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; κ. τ. λ. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, κ. τ. λ. Ἀδελφὸς οὐ λυτροῦται, κ. τ. λ. (I f. 270. Κυρίλλου, Εὐσεβίου, Θεοδωρήτου.) Νοήσεις δὲ καὶ οὕτως. Ἐγὼ μὲν ὁ θεσπίζειν ἁγίῳ Πνεύματι τὰ θεῖα λόγια κατηξιωμένος, περίφοβός εἰμι, τὴν κρίσιν τοῦ Θεοῦ πεφρικώς· ὑμεῖς δὲ ἀκούσατε, οἱ ἄφοβοι, οἱ διὰ τὴν παροῦσαν τρυφὴν καθηδυπαθοῦντες τοῦ βίου, οἱ μὴ ἐπὶ Θεῷ, ἀλλ' ἐπὶ τῇ δυνάμει ἑαυτῶν πεποιθότες, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου ὑμῶν καυχώμενοι. Γινώσκετε ὅτι ταῦτα ὑμῖν οὐ παραστήσεται ἐν τῇ προλεχθείσῃ ἡμέρᾳ. Οὔτε δὲ ἀδελφὸς ἀδελφὸν λυτρώσεται, οὔτε φίλος φίλον· Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται· καὶ, «Ἑκάστου τὸ ἔργον ποῖόν ἐστιν, τὸ πῦρ δοκιμάσει.» Τίς οὖν ἄλλος ἀνθρώπων λυτρώσεται τὸν τοιοῦτον; Διὸ λέλεκται· «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Ἀλλ' οὐδὲ δώσει τις τῷ Θεῷ ἐξίλασμα ὑπὲρ ἑαυτοῦ κατ' ἐκείνην τὴν ἡμέραν, οὐδ' ὥσπερ ἐξωνούμενος ἑαυτὸν, τιμὴν ἀντὶ τῆς ἑαυτοῦ ψυχῆς καταθήσεται· ὥστε μάταιος ὁ πλοῦτος τῷ κεκτημένῳ, καὶ ματαία ἡ θνητὴ δύναμις τῶν ἐπ' αὐτῇ πεποιθότων. Εἰ μὲν γὰρ κατὰ τὸν παρόντα βίον καὶ τὴν ἐνεστῶσαν ζωὴν χρήσαιτό τις πλούτῳ καλῶς, ἐπιστημόνως χρώμενος αὐτοῦ τῇ κτήσει κατὰ τὴν σωτήριον παραγγελίαν, ἥ φησι· «Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις;» ἐλπίδας ἕξει ἀγαθάς. Ἐντεῦθεν ἤδη σπείρας ἑαυτῷ εἰς δικαιοσύνην, τρύγησον δὲ τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, ᾗ φησιν ὁ σοφὸς, ἴδιος πλοῦτος. Εἰ δὲ μηδὲν τούτων πράξειε, ναυάγιον πεπονθὼς, σὺν αὐτῷ τῷ φόρτῳ τοῦ πλούτου, τὴν ἑαυτοῦ ψυχὴν ζημιωθήσεται, οὐκέτι χρῆσθαι δυνάμενος τῷ πλούτῳ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. Διὸ ἐν τῇ προλεχθείσῃ ἡμέρᾳ, οὔτε αὐτὸς ὑπὲρ ἑαυτοῦ ἐξίλασμα δώσει, οὐδὲ τιμὴν λυτρώσεως καὶ ἐλευθερίας τῆς ἑαυτοῦ ψυχῆς, οὔτε ὑπὸ ἀδελφοῦ καὶ συγγενέως ὠφεληθήσεται. Οἱ δὲ μήτ' ἐπὶ πλούτῳ πεποιθότες, μήτ' ἐπὶ δυνάμει ἀλαζονευόμενοι, ἔγκοπον δὲ καὶ ἐπίπονον τὸν παρόντα κτησάμενοι βίον, τῆς ὑπὸ τοῦ λόγου ἐπηγγελμένης ζωῆς καταξιωθήσονται. Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα. —Οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. (I f. 270. b.) Ἀντὶ τοῦ, «Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα,» ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι τούτῳ, ζῶν εἰς αἰῶνα διατελέσει· κατὰ δὲ τὸν Ἀκύλαν, Καὶ ἐπαύσατο εἰς αἰῶνα, καὶ ζήσεται εἰς νῖκος· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ ἐκοπίασεν, φησὶν, εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. Ὁ γὰρ ἐν τῷ παρόντι αἰῶνι κοπιάσας ὑπὲρ εὐσεβείας καὶ δικαιοσύνης, τῆς πολλῆς τύρβης καὶ ταραχῆς παυσάμενος, ἤρεμον καὶ ἡσύχιον βίον διάξει, τευξόμενος ἐπὶ τέλει τῆς αἰωνίου ζωῆς. Ὁ τοιοῦτος οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Ἢ κατὰ τὸν Σύμμαχον, Οὐκ ὄψεται τὴν διαφθορὰν ὅταν βλέπῃ σοφοὺς