Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1072
Not analysed yet
ἀποθνήσκοντας. Εἰς τοσοῦτον γὰρ μακρὰν τῶν ἀσεβῶν, ὡς μηδὲ πλησιάζειν αὐτῶν τῇ ἀπωλείᾳ, πόῤῥωθεν δὲ καὶ ἄνωθέν ποθεν ὡς ἀφ' ὑψηλοῦ σκοποῦ τὴν διαφθορὰν τῶν σοφῶν πεύσεται. Ποίων δὲ σοφῶν, ἢ ὧν ὁ Θεὸς ἐμώρανεν τὴν σοφίαν, Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν. (A f. 277.) Ὅταν τοίνυν, φησὶν, ἡμεῖς οἱ τὴν σεπτὴν καὶ ἀβέβηλον ἀγαπῶντες ζωὴν, τοῖς οὐχ οὕτω ζῇν εἰωθόσιν ἐπιστυγνάζωμεν λέγοντες, ὅτι «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε,» καὶ τὰ ἑξῆς, τότε καὶ αὐτοὶ, εἰ καὶ μὴ νῦν ὁμολογεῖν ἀνέχονται ἕως εἰσὶν ἐν τῷδε τῷ κόσμῳ, ἀλλ' οὖν μετὰ ταῦτα τοῖς παρ' ἡμῶν εὐδοκήσουσι λόγοις· ὅτι γάρ εἰσιν ἀληθεῖς, ἐξ αὐτῶν ἤδη τῶν συμβεβηκότων αὐτοῖς ἀναπεπεισμένοι συννεύσουσι. (B f. 189. E f. 87 b. I f. 273 b. L f 129. b.) Ἑτέρα δὲ φέρεται γραφή· Μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐλογήσουσιν, ἀντὶ τοῦ Καταράσονται ἑαυτοῖς, μετανοοῦντες ἐφ' οἷς τοιαῦτα διεπράξαντο. Ἐν ἐκείνῃ γὰρ, φησὶ, τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν. Θάνατος ποιμανεῖ αὐτοὺς, καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τοπρωΐ. (A f. 278, B f. 189 b, E f. 87 b, I f. 274, L f. 129 b.) Θάνατον τοίνυν ποιμαίνοντα αὐτοὺς, τὴν ἐν θανάτῳ συνήσεις κόλασιν. Πᾶσαν γὰρ ἀποβαλόντες τὴν ἐνοῦσαν αὐτοῖς ἰσχύν τε καὶ δόξαν, κατακυριευθήσονται τρόπον τινὰ παρὰ τῶν ἁγίων ὅταν γένηται πρωῒ, τουτέστιν ὅταν αὐτοῖς ὁ τῆς Χριστοῦ δόξης ἐπιλάμψῃ καιρός. Καταβήσεται γὰρ ἐξ οὐρανοῦ μετὰ τῶν ἁγίων ἀγγέλων, μετὰ τῆς δόξης τοῦ Πατρὸς αὐτοῦ, τοῖς μὲν ἁγίοις ἀποκαταστήσων τὰ ηὐτρεπισμένα τῶν γερῶν, τοὺς δὲ ἁμαρτωλοὺς κολάσεσι καὶ δίκαις ὑποτιθείς. Τότε καὶ ἡ τούτων βοήθεια παλαιωθήσεται, τουτέστιν ἀφανισθήσεται· τὸ γὰρ παλαιούμενον, φησὶ, καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἀπὸ δέ γε τῆς ἑαυτῶν δόξης ἧς εἶχον ἐν τῷ κόσμῳ μετοιχήσονται πρὸς ἀτιμίαν. Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. (B f. 190, E f. 87 b, I f. 274 b.) Αἱ γὰρ τῶν ἁγίων ψυχαὶ εἰς χεῖρας δραμοῦνται Θεοῦ· προὐξένησεν δὲ καὶ τοῦτο ἡμῖν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐν καιρῷ τοῦ τιμίου σταυροῦ, πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν εἰπών· «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Καὶ βάσιμον ταῖς ἀνθρώπων ψυχαῖς ἀπένειμεν τὸν παράδεισον, πρῶτος εἰσελάσας, καὶ πρὸς τὸν συγκρεμάμενον αὐτῷ λῃστὴν εἰπών· «Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ταύτῃτοι καὶ ὁ μακάριος Στέφανος λιθαζόμενος ἔλεγε· «Κύριε Ἰησοῦ Χριστὲ, δέξαι τὸ πνεῦμά