Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1076
Not analysed yet
Χριστὸς, ἐπουράνιός γε μᾶλλον· οὐχ ὡς ἐξ οὐρανοῦ τὴν σάρκα καταγαγὼν (γεγέννηται γὰρ ἐκ τῆς ἁγίας Παρθένου)· ἐπειδὴ δὲ ἦν ἐξ οὐρανῶν ὁ ἑνωθεὶς τῇ σαρκὶ Λόγος, οὐράνιος ἄνθρωπος ὠνομάσθη Χριστός· διὰ τοῦτο ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Συνέντας αὐτοῦ τὸ κάλλος τοὺς ἁγίους ἀποστόλους εὑρήσομεν. Ἔφη γὰρ ὁ πάνσοφος Παῦλος· «Εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.» Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀναβίωσιν καὶ τὴν ἀναφοίτησιν τὴν εἰς οὐρανοὺς, οὐκ ἐκ τῶν τῆς κενώσεως μέτρων, ἀλλ' ἐκ λαμπρότητος τῆς θεοπρεποῦς ἐπιγινώσκομεν αὐτόν. Ὁ Θεὺς ἡμῶν ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. (A f. 280 b, B f. 192, I f. 275 b.) Πότε ἦλθεν ἐμφανῶς, εἰ μὴ ὅτε γέγονε σὰρξ, κατὰ τὴν Ἰωάννου φωνήν; ὅτε τὴν καθ' ἡμᾶς ὁμοίωσιν ἀναλαβὼν, διὰ τῆς ἁγίας ἐγεννήθη Παρθένου καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Τότε γὰρ ὁρατὸς γέγονεν ὁ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατὸς, ἁπτὸς ὁ ἀναφὴς, καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἀφίκετο τοίνυν ἐμφανῶς. Ἐλθὼν δὲ, φησὶν, οὐ παρασιωπήσεται, τουτέστιν ἐλέγξει τοῦ κόσμου τὴν ἁμαρτίαν, ἤγουν ὅτι τὴν τοῦ Πατρὸς βούλησιν ἀπαγγελεῖ· καλεῖται γὰρ τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. (A f. 281, B f. 192, I f. 275 b.) Ἐπὶ δὲ τῆς προτέρας παρουσίας νοούμενον τὸ πῦρ, ἢ ἀντὶ τοῦ φωτὸς, ὡς φωτὸς γένεσιν ὀνομάζει τὸ πῦρ· ἵν' ἐννοῶμεν ὅτι φῶς προσελάσει τὸ νοητὸν τῆς ἐπὶ Χριστῷ γνώσεως, δι' ἧς ἡ εἰς αὐτὸν πράττεται πίστις. Οὗ καὶ τύπος ὁ τῆς Ἰουδαίων συναγωγῆς ἐν νυκτὶ προβιβάζων στύλος τοῦ πυρὸς, καὶ καταδεικνύων αὐτὸς τὴν ὁδόν. Ἢ τάχα που τοῦτο περινοεῖν ἀκόλουθον· ἀπεψυγμένους γὰρ ὥσπερ εἰς πολύτροπον ἁμαρτίαν τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ὁ τοῦ Θεοῦ Λόγος εὑρὼν ἀνεζωπύρησεν εἰς ἔφεσίν τε καὶ προθυμίαν παντὸς ἀγαθοῦ πράγματος, πῦρ ὥσπερ τι νοητὸν ἐμβαλὼν αὐτῇ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν. Ἔφη γοῦν, ὅτι «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;» Γεγόναμεν γὰρ τῷ πνεύματι ζέοντες ὅσοι τῆς τοιαύτης ἠξιώμεθα χάριτος· καὶ τῆς θείας φύσεως γεγόναμεν κοινωνοὶ διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος. Ταύτῃτοι καὶ ἐν τῇ τοῦ ἁγίου Πνεύματος χάριτι πυρὸς δήλωσις συνεισφέρεται. Βαπτιζόμεθα γὰρ ἐν Χριστῷ, κατά γε τὴν Ἰωάννου φωνὴν, ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔφη δέ πού τις περὶ αὐτοῦ τῶν ἁγίων προφητῶν, ὅτι «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ἄγγελος