Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1073
Not analysed yet
μου.» Οὐκέτι γὰρ εἰς τὸν ᾄδην χωροῦσιν αἱ τῶν ἀγίων ψυχαὶ, ὥσπερ αἱ τῶν ἁμαρτωλῶν. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅ φησι· «Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.» Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. (E f. 88.) Ὁ τοιοῦτος ἐστέρηται φωτὸς, μετὰ τῶν καθ' ὁμοιοτροπίαν πατέρων αὐτοῦ. Οἱ γὰρ τὰ τοῦ σκότους πράξαντες ἔργα, εἰς σκότος χωροῦσι τὸ ἐξώτερον, οἵτινες ἔσχον τὴν κτηνώδη ζωήν. ΨΑΛΜΟΣ ΜΘʹ. Ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. (A f. 280 b, B f. 191 b.) Καλοῦνται ὑπὸ τοῦ Θεοῦ οἱ ἅγιοι, ὅτε ἐνανθρωπήσας ἐλάλησε καὶ πᾶσαν συνεκάλεσε τὴν γῆν. Τί δὲ ἐλάλησε; «Μαθητεύσατε πάντα τὰ ἔθνη.» Καὶ τὸ, Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ. Χριστὸς γὰρ ἡ μεγάλη τε καὶ διαπρύσιόν τι βοῶσα σάλπιγξ. Οὕτω γὰρ τῶν δι' αὐτοῦ κηρυγμάτων διαμνημονεύει λέγων ὁ προφήτης Ἡσαΐας· «Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ.» Κέκληκε τοίνυν οὐ κατά γε τὸν ἱεροφάντην μόνον Μωσέα τὸν Ἰσραὴλ, ἅπαντας δὲ μᾶλλον τοὺς ἐξ ἀνατολῆς ἡλίου μέχρι δυσμῶν. —(I f. 275.) Νοήσεις καὶ οὕτως· Μωσῆς ὁ θεσπέσιος μόνον ἐκάλει τὸν Ἰσραὴλ, ἅτε δὴ καὶ μέτρον ἔχων οἰκετικὸν, ἰσχνόφωνός τε καὶ βραδύγλωσσος ὤν. Ταύτῃτοι κατὰ τὴν Ψάλλοντος φωνὴν, «Γνωστὸς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, καὶ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.» Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος, ἅτε δὴ καὶ ὑπάρχων ἐκ Θεοῦ Θεὸς, ἐπέφανεν ἡμῖν, ἵνα πᾶσαν καλέσῃ τὴν οἰκουμένην, τοὺς ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν. Ἔφη γάρ· «Δεῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἐνετέλλετο δὲ καὶ πᾶσι τοῖς ἁγίοις μαθηταῖς καὶ ἀποστόλοις λέγων· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. (A f. 280 b, B f. 192, I f. 275.) Ἦν μὲν γὰρ καὶ ἔστι Θεὸς ὁ Λόγος ὁμοούσιος τῷ Πατρὶ, καὶ τῇ κατὰ πᾶν ὁτιοῦν ἐμφερείᾳ διαπρεπής. Ἀλλ' ὧδε φύσεως ἔχων, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, ἔλαβέν τε δούλου μορφήν. Ἐδόκει δὴ οὖν οὐκ ἐν τῷ τῆς ὡραιότητος ὁρᾶσθαι κάλλει, διά τοι τὸ ἐν ὁμοιώσει γενέσθαι τῇ πρὸς ἡμᾶς. Ὅτι τοίνυν κατίδοι τις ἂν οὐκ ἀπό γε τῶν τῆς ἀνθρωπότητος μέτρων τὸ θεῖον αὐτοῦ καὶ ἐξαίρετον κάλλος, ἀλλ' ἐξ ὧν ἐστι Θεὸς καὶ ἰσοσθενὴς τῷ Πατρὶ, διαδείκνυσι λέγων· «Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ·» Τὸ δὲ, ἐκ Σιὼν, νοήσεις ἀντὶ τοῦ, ἐκ τῆς ἄνω Σιών· ἤγουν διὰ τῆς Σιὼν τὸ ἐξ οὐρανῶν καὶ ἄνωθεν. Οὐ γὰρ ἦν ἁπλῶς ἄνθρωπος ὁ