Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1089
Not analysed yet
Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, κ. τ. λ. (A f. 287 b, B f. 197 b, I f. 288, K f. 98 b.) Λέγων δὲ τὸ, «Ἐπιπλεῖον πλῦνόν με,» πάλιν ὅρα, κατὰ τὸ εἰκὸς, εἰς τοῦ Χριστοῦ μυστήριον. Εἶχεν μὲν γὰρ καὶ ὁ νόμος τὴν δι' ὕδατος κάθαρσιν, ἧς καὶ ὁ πάνσοφος Παῦλος διαμνημονεύει λέγων· «Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα.» Πλὴν ὁ τύπος ἦν ἀδρανὴς εἰς ἀπόνιψιν ἁμαρτίας, ἐπράττετο δὲ μόνον πρὸς τὴν καθαρότητα τῆς σαρκός· ἡ δέ γε διὰ Χριστοῦ καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος χάρις καὶ δύναμις, ὑπερβαίνουσα τὴν ἐν νόμῳ κάθαρσιν, ἐπιπλεῖον ἐκπλύνει· μᾶλλον δὲ καὶ τὸν εἰς ἅπαν ἐργάζεται καθαρισμὸν καὶ αὐτῆς τῆς ψυχῆς. Σοὶ μόνῳ ἤμαρτον, κ. τ. λ. (A f. 288, B f. 198, I f. 288 b, K f. 99.) Ἀσεβὴς ὁ λέγων βασιλεῖ· Παρανομεῖς, ἔφη που ἡ θεία Γραφή. Ἐπειδὴ τοίνυν οὐδεὶς ἦν ὁ ἐλέγχειν με δυνάμενος ἡμαρτηκότα, ἐπηνώρθωσας δὲ σὺ μόνος, «Σοὶ καὶ μόνῳ ἥμαρτον.» Καλῶς δὲ προστέθεικε· «Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» τοῦτο γὰρ καὶ ἐν τῇ ἱστορίᾳ τέθειται· ὤφθη γὰρ, φησὶ, τὸ γεγονὸς πονηρὸν ἐνώπιον Κυρίου. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. (I f. 288 b.) [Ἐγὼ] μὲν, φησὶ, πρόξενος ἐγενόμην κακῶν, τὸ δὲ σὸν δίκαιον ἀναλάμπει καὶ οὕτως. Κρίσεως γὰρ γενομένης, καὶ τῶν παρὰ σοῦ εἰς ἐμὲ γενομένων φερομένων εἰς μέσον, καὶ τῶν παρ' ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ δίκαιος καὶ φιλάνθρωπος, ἐγὼ δὲ παράνομος ὀφθήσομαι καὶ ἀχάριστος. Τὸ τοίνυν ὅπως οὐκ ἔστιν αἰτίας ἐνταῦθα δηλωτικόν· οὐ γὰρ διὰ τοῦτο ἥμαρτεν ὁ Δαβὶδ ἵνα ὁ Θεὸς δικαιωθῇ, ἀλλὰ τοὐναντίον καὶ ὑπὸ τῆς ἁμαρτίας τούτου, τοῦ Θεοῦ τὸ δίκαιον ἀναδείκνυται. Πάντων γὰρ ἀνθρώπων πεποίηται πρόνοιαν. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην. (A f. 288 b.) Τοῦτο δὲ λέγει οὐχ ὅτι φυσικὴ ἡ τῆς ἁμαρτίας ἐνέργεια (ἀτιμώρητος γὰρ ἂν ἦν), ἀλλ' ὅτι τὸ εὐόλισθον τῇ φύσει συγκεκλήρωται· νικᾷ δὲ ὅμως γνώμῃ καὶ πόνοις, ἀλλ' οὐκ ἀνάγκῃ κρατεῖται διὰ τὸ αὐτεξούσιον. (A f. 289.) Λέγοιεν δ' ἂν καὶ οἱ ἐν Βαβυλῶνι κατά τινας πρὸς Θεόν· Εἰ δίκας με ἀπαιτῆσαι βούλει ὧν ἐπλημμέλησα εἰς σὲ, ὥρα σοι καὶ τοὺς προγόνους εἰσπράττεσθαι· οὐδὲ γὰρ ἐκεῖνοι εὐγνώμονες ὤφθησαν. Τρόπον οὖν τινα, τὴν τῶν πατέρων ἀγνωμοσύνην ἐκληρονόμησα, καὶ ἐξ ἐκείνων τὸ ἁμαρτάνειν ἐπισύρομαι.