Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1092
Not analysed yet
(B f. 198 b, I f. 298.) Ἔθος τοῖς ἁγίοις ἐκμειλίσσεσθαι Θεὸν καὶ καλεῖν εἰς ἔλεον διὰ πλείστων μὲν ὅσων ἔσθ' ὅτε φωνῶν, πλὴν καὶ διά γε τοῦ κατηγορεῖν ἐπείγεσθαι τῆς ἐνούσης ἀσθενείας τῇ ἀνθρώπου φύσει. Ἔστι γοῦν ἀκοῦσαι βοώντων· «Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ.» Καὶ πάλιν· «Μνήσθητι τίς μου ἡ ὑπόστασις.» Ἐναργέστερον δὲ τοῦτο τιθεὶς ὁ τληπαθέστατος Ἰὼβ, ἀνεφώνει πρὸς Θεόν· «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρασας δέ με ἴσα τυρῷ; Δέρμα καὶ κρέα με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνείρας; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί.» Τοσοῦτον δή τοι καὶ νῦν διὰ τῶν προκειμένων στίχων ὑποδηλοῦσθαί φαμεν. Αὐτὴν γὰρ ἡμῶν τῆς γενέσεως τὴν ἀρχὴν οὐ δίχα ῥύπου φιλοσαρκίας γενέσθαι φησί. Τίμιος μὲν γὰρ ὁμολογουμένως ὁ γάμος καὶ πέρα διαβολῆς τὸ χρῆμα παρὰ Θεῷ. Πλὴν εἴ τις περιεργάσαιτο τῆς συνόδου τὴν πρόφασιν, ὄρεξιν εὑρήσει σαρκὸς . . . αὐτὴν, κἂν μὴ ἐπα[μύνηται ὡς ἁ]μαρτία τὸ δρώμενον. Κολάζεται γοῦν ἡ σύνοδος, ἐὰν μὴ νόμον ἔχῃ τὸν βραβευτὴν, καὶ παιδοποιίας ἔφεσιν τὴν ἀληθῆ τοῦ πράγματος ἀφορμήν. Οὐκοῦν, τό γε ἧκον εἰς ὀρέξεις μόνας καὶ κίνημα σαρκικὸν, ἐν ἀνομίαις ἡμῶν ἡ σύλληψις, καὶ ἐν ἁμαρτίαις κισσῶσιν αἱ μητέρες. Εἰ δὲ ῥίζαν ἔχει τὴν φιλοσαρκίαν τῶν σωμάτων ἡ γένεσις, νοσεῖ που πάντως αὐτὴ, καὶ τὰ ἐξ αὐτῆς γεννώμενα. Καὶ γοῦν ὁ ἱερώτατος Παῦλος πλείστην ὅσην τὴν καταβοὴν τῶν σαρκικῶν ἐποιήσατο κινημάτων οὕτω λέγων· «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσίν μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, δι' οὗ καὶ τῆς ἁμαρτίας ἐτιθασσεύθη νόμος, καὶ τῶν σαρκικῶν κινημάτων ἡ προσβολὴ τοῖς . . αν νεύμασι, καὶ οὐχ ἐκου. . . χωρεῖ. Κατώρθωκε . . . καὶ τοῦτο μετὰ τῶν [ἄλλων ὁ μο]νογενὴς τοῦ Θεοῦ Λόγος γενόμενος ἄνθρωπος. Καὶ πιστώσεται [πάλιν ὁ] θεσπέσιος Παῦλος· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιότητι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα» Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. (A f. 289, B f. 199 b.) Ἔδειξεν ὡς ἐξ ἀρχῆς ἡ ἀνθρώπων φύσις ὑπὸ τὴν ἁμαρτίαν πέπτωκεν ἀπὸ τῆς ἐν Εὔᾳ παραβάσεως, καὶ ὑπὸ κατάρᾳ ἡ γένεσις γέγονεν. Ἄνωθεν δὲ ὑφαίνει τὸν λόγον ἵνα δείξῃ τὸ μέγεθος