Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1104
Not analysed yet
ἱερουργοὶ καὶ μυσταγωγοὶ, τότε καὶ ἀνενεχθήσονται θυσίαι οὐχὶ δι' αἱμάτων, ἀλλ' αἱ τῆς δικαιοσύνης, εἴτουν αἱ τῆς αἰνέσεως. Ὁμοίως καὶ ἀναφορὰ καὶ ὁλοκαυτώματα, καὶ ταῦτα δικαιοσύνη. Τότε ἀνοίσουσι ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. (A f. 292 b, B f. 203, K f. 100 b.) Ἱερὸν μὲν ζῶον καὶ κατὰ νόμον ὁ μόσχος· προσκομίζεται γὰρ εἰς θυσίαν ὡς καθαρὸν, μεῖζόν γε μὲν καὶ αἰγὸς καὶ προβάτου· μεγέθει σώματος εἰς τύπον καὶ αὐτὸ τῆς τελεωτάτης θυσίας, καὶ τῆς εἰς λῆξιν ἰούσης εὐοσμίας, δῆλον δὲ ὅτι τῆς νοητῆς. Ὁ γὰρ τοῦ σώματος ὄγκος εἰκὼν ἂν εἴη τῆς πνευματικῆς ποσότητος τῆς ὡς ἔν γε ταῖς ἀρεταῖς νοουμένης. «Ἀνοίσουσι δὴ οὖν, φησὶ, μόσχους ἐπὶ τὸ θυσιαστήριόν σου,» τουτέστι τελεωτάτας θυσίας. Ἢ τάχα που μόσχους, τοὺς τῶν λαῶν ἡγουμένους αἰνιγματωδῶς ἐνθάδε ὀνομάζει, διὰ τὴν πνευματικὴν καὶ νοητὴν εὐανδρίαν, ὧν ἐστι καὶ ἱερὸς βίος. Ἐφίστησι δὲ ἡμᾶς τοιαύταις ἐννοίαις ὁ πάνσοφος Παῦλος εἰπὼν γεγράφθαι ἐν τῷ νόμῳ· «Οὐ φιμώσεις βοῦν ἁλοῶντα.» Εἶτα τούτοις ἐπενεγκών· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ; Ἢ δι' ἡμᾶς πάντως λέγει;» Κυρίλλου, ἐκ τῆς εἰς τὸν νʹ ψαλμόν. Ἐνταῦθά μοι θαύμαζε τὸν μακάριον Δαβίδ. Οὐ νενίκηται παντελῶς ταῖς εἰς ἡδονὴν ἐπιθυμίαις, οὐδὲ φορτικὸν ἡγήσατο τὸν προφήτην, οὐ δεδυσφόρηκε περὶ τὸν ἔλεγχον· ἥρπασεν ὡς δῶρον τὸν ἐπανορθοῦντα λόγον· ὡμολόγηκεν εὐθὺς τὸ πλημμέλημα· τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. Καὶ ὥσπερ τις ἡνίοχος εὐσθενὴς καὶ τεχνίτης, ταῖς τῶν ἵππων ἀκαθέκτοις ὁρμαῖς ἔξω τοῦ σταδίου παρενηνεγμένος, ἐρυθριᾷ καὶ αἰσχύνεται· οὕτω καὶ ὁ μακάριος Δαβὶδ παρηνέχθη μὲν ἠρέμα τοῦ πρέποντος, ἀλλ' ὡς ἔφην, ἥρπασε τὴν ὑπόθεσιν, τεθρήνηκεν ὑπὲρ τῆς ἁμαρτίας. ΨΑΛΜΟΣ ΝΑʹ. Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; (A f. 293. Κυρίλλου καὶ Θεοδωρήτου.) Δυνατὸν καλεῖ τὸν Δωὴκ ὡς τῷ Σαοὺλ προσῳκειωμένον, ἢ καὶ ὡς ἐν τῇ κακίᾳ πολύν· ἢ τὸν Ῥαψάκην ὡς στρατηγεῖν πεπιστευμένον κατὰ τῆς Ἱερουσαλὴμ, ἀφ' ἧς ὡρμημένος ὑπὸ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθη. Θαυμάζοντος δὲ καὶ ἀποροῦντος, ὡς εἰκὸς, τὸ προοίμιον, ὅτι τοσοῦτόν τινες εἰς κακίαν προέκοψαν, ὥστε ἐφ' οἷς ἔδει πενθεῖν, ἐπὶ τούτοις καυχῶνται. Πλὴν ὅτι τὸν μὲν Δωὴκ ἡ ἱστορία περιέχει, Ἰούδαν δὲ τὸν προδότην αἰνίττεται, δυνατὸν λίαν ἐν κακίᾳ γενόμενον, ὡς τὸν εὐεργέτην προδοῦναι. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. (A f. 293 b.) Τοῦτο περὶ μὲν τοῦ Δωὴκ εἴρηται διὰ