Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1105
Not analysed yet
τὸ ξυρῆσαι καὶ ἐκκόψαι πᾶσαν τῶν ἱερέων τὴν πόλιν, οὕτως ὀξεῖα ἦν ἡ διαβολή· περὶ δὲ τοῦ Ῥαψάκου, ὡς ἀπατῆσαι βουλομένου τὸν λαὸν, ὥστε προδοῦναι τὴν πόλιν. Ὀξὺς δὲ ἦν καὶ ἀνεπαισθήτως τέμνων καὶ ὁ τοῦ Ἰούδα δόλος. Τί γὰρ τοῦ δόλου ἐκείνου ὀξύτερον, ὃν τῇ γλώσσῃ τῆς προδοσίας ἀκονήσας πρὸς τοὺς συλλαβόντας τὸν Ἰησοῦν συνέθετο· «Ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν;» Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην. (A f. 294. Κυρίλλου καὶ Θεοδωρήτου.) Ἠδίκει ὁ Δωὴκ καταψευδόμενος τοῦ ἱερέως καὶ τὰ μὴ πραχθέντα κατ' αὐτοῦ λέγων· τὸ γὰρ εἰπεῖν ὡς ἐπηρώτησε τὸν Θεὸν περὶ τοῦ Δαβὶδ, ψεῦδος ἦν καὶ οὐκ ἀλήθεια. Ἐξῆν δὲ αὐτῷ λαλῆσαι δικαιοσύνην, διδάξαντι τὸν Σαοὺλ, ὅτι τὴν μὲν αἰτίαν τῆς ἀναχωρήσεως τοῦ Δαβὶδ ἠγνόει ὁ ἱερεὺς, ὡς φίλον δὲ αὐτὸν ὑπεδέχετο τοῦ βασιλέως, καὶ ὡς ἀπεσταλμένον ἐπὶ διακονίᾳ βασιλικῇ, εἰς τιμὴν τοῦ πέμψαντος ἐδεξιοῦτο. Ταῦτα καὶ τοῦ Σατανᾶ ἰδιώματα, τὸ κακίᾳ χαίρειν, φημὶ, καὶ ἀδικίᾳ. Ἐπιτιμᾷ οὖν καὶ τοῖς Ἰουδαίοις τὴν ἐν Χριστῷ δικαιοσύνην οὐ προσιεμένοις. Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. (A f. 294.) Λέγοιτο δ' ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα· δεδυσφημήκασι γὰρ κἀκεῖνοι ἀκαθέκτως εἰς τὸν Κύριον, καὶ ὁ προδότης δὲ ῥήμασιν ἐκέχρητο δόλου μεστοῖς καὶ ὑποκρίσεως. Εἶεν δ' ἂν ῥήματα καταποντισμοῦ τὰ εἰς θάνατον καὶ εἰς ᾅδην καταφέροντα τὴν τοῦ ἀνθρώπου ψυχὴν, ψιθυρισμοὶ, καταλαλιαὶ, καὶ ἡ κατὰ τοῦ Θεοῦ βλασφημία. Μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. (A f. 294 b.) Καὶ ἀπὸ τῆς σκηνῆς, τουτέστιν ἀπὸ τοῦ τόπου τῆς μαθητείας μετέστησε, καὶ τὴν ῥίζαν ὡς ἀκανθώδους φυτοῦ ἐκ τῆς τῶν ζώντων γῆς καὶ τοῦ γεωργίου τῶν ἀποστόλων ἐξέτιλε. Καὶ τοῖς Ἰουδαίων δὲ λαοῖς ταῦτα συνέβη, τὴν ἐν Χριστῷ μὴ προσιεμένοις δικαίωσιν. Ὅμοιον δὲ τοῦτο τῷ, «Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων.» Μετετέθησαν δὲ καὶ τῆς ἱερατικῆς σκηνῆς, γεγονότες αἰχμάλωτοι διὰ τὸν τοῦ Κυρίου σταυρόν [pro σταύρωσιν]. Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα. (A f. 295.) Ἐγὼ, φησὶν, οὐδενὶ τῶν ματαίων καὶ χαμαιριφῶν ἐπεποίθησα, ἀλλ' εἰς τὸ καταδιῶκον τοὺς ἀδικουμένους θεῖον ἔλεος. Ἀναγωγικῶς δὲ ἔλεος τοῦ Θεοῦ αἱ θεῖαι Γραφαὶ τὸν Χριστὸν ὀνομάζουσι, διὰ τὸ γεγενῆσθαι ἡμῖν δι' αὐτοῦ ἔλεος. Ἀνεκεφαλαιώσατο γὰρ ἐν ἑαυτῷ τὰ πάντα καὶ ἀνεστοιχείωσεν ὁ Πατήρ. Καὶ ὁ ἐλεημοσύνας δὲ καρποφορήσας, ἐλπίζει ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, εἰδὼς ὅτι οἱ ἐλεήμονες ἐλεηθήσονται. Ἕχει δὲ τὴν ἐλπίδα οὐκ ἐφ' ἕνα αἰῶνα, ἀλλὰ καὶ τὸ ὑπὲρ τούτων διάστημα, οὗ μέτρον ἐστὶν ἡ ἀπειρία, ὅπερ αἰώνων ὀνομάζει αἰῶνα.