Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1108
Not analysed yet
ΨΑΛΜΟΣ ΝΒʹ. Εἰς τὸ τέλος, ὑπὲρ μαελὲθ, συνέσεως τῷ Δαβίδ. (A f. 259 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Διὰ τῶν αὐτῶν ῥημάτων σχεδὸν τῷ τρισκαιδεκάτῳ καὶ ὁ παρὼν ψαλμὸς ἔρχεται, καὶ τὴν αὐτὴν ὑπόθεσιν ἔχει τὴν εἰς τὸν Ῥαψάκην καὶ τὰ τότε γενόμενα, καὶ τὴν περὶ τῆς σωτηρίου θεοφανείας προφητείαν. Βραχεῖαι δὲ λέξεις τὴν ἐν ἀμφοτέροις διαφορὰν ἐργάζονται· ὁ μὲν γὰρ τρισκαιδέκατος, «Εἰς τὸ τέλος τῷ Δαβὶδ» ἐλέγετο· ὁ δὲ παρὼν ἔχει μὲν καὶ τὴν «Εἰς τὸ τέλος» ἐπιγραφὴν, πλεονάζει δὲ ἐν τῷ λέγειν· «Ὑπὲρ μαελὲθ,» συνέσεως· ὅπερ σημαίνει ἐπινίκιον εἶναι τὸν ψαλμὸν, διὰ χορείας ἐν συνέσει γενόμενον. Τέρψις μὲν γὰρ, ἤτοι χορεία, τὸ μαελὲθ ἑρμηνεύεται. Ἀντὶ δὲ τοῦ «Εἰς τὸ τέλος,» ἕτεροι τῶν ἑρμηνέων, Ἐπινίκιον, ἐκδεδώκασι. Καὶ ἵνα τὴν ἐπιγραφὴν πᾶσαν ἰσχνῶς θεωρήσωμεν, τὸ μὲν «Εἰς τέλος» σημαντικὸν ἂν εἴη τοῦ χρόνου καθ' ὃν ἔμελλε πληροῦσθαι τὰ προφητευόμενα, τά τε κατὰ τὸν Ῥαψάκην καὶ τοὺς Ἀσσυρίους, τά τε κατὰ τὴν Χριστοῦ παρουσίαν. Ὅ τε γὰρ τῶν Ἀσσυρίων παράδοξος ὄλεθρος χρόνοις πολλοῖς ὕστερον ἐγένετο μετὰ τὸν Δαβὶδ (οὗ χάριν καὶ «Ὑπὲρ χορείας» ἐπιγράφεται ἣν ἐποιήσαντο οἱ τῆς σωτηρίας τετυχηκότες,) τό τε σωτήριον τοῦ Θεοῦ κατὰ τὴν συντέλειαν τοῦ αἰῶνος ἐπιφανὲν τοῖς ἐπὶ γῆς. χορείαν συνεστήσατο τὴν ἐξ ἁπάντων ἐθνῶν ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συγκεκροτημένην. Καίτοιγε πεποίηται ὁ ψαλμὸς ἐπὶ τέρψεσι καὶ χορείαις ταῖς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γεγενημέναις, ὅτε κεχρημάτικεν ἄνθρωπος ὁ Μονογενής. Τὸ δὲ συνέσεως ἀναγκαίως πρόσκειται, ἐπειδήπερ συνέσεως ἡμῖν δεῖ πρὸς τὸ νοῆσαι τὴν τῆς ψαλμῳδίας διάνοιαν. Ὁ Θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων. (K f. 102.) Ὀστᾶ τὰς δογματικάς φησι δυνάμεις τῶν ἀσεβῶν, ἃ ταῖς ἰδίαις ἐνέθηκαν συγγραφαῖς, προσκυνεῖν ἀναπείθοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα. ΨΑΛΜΟΣ ΝΖʹ. Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. (A f. 298.) Οὐ μάτην δὲ πρόσκειται τὸ «ἐν τῇ γῇ·» κἂν γὰρ ἐν καρδίᾳ τίς ἀνομίαν ποιήσῃ, ἐν τῇ γῇ ἐνεργεῖ αὐτὴν, τουτέστι περὶ τὰ ὑλικά. Ἀκούσαιεν δ' ἂν καὶ Ἰουδαῖοι· Κρίνατε εὐθεῖα, καὶ λογίσασθε