Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1153
Not analysed yet
[Κύριος ὁ Θεὸς εὐλογητός. Οἱ γὰρ ἀεὶ καθ' ἑκάστην ἡμέραν προστιθέμενοι, καὶ διὰ πίστεως τῆς ἐν Χριστῷ καλούμενοι πρὸς ζωὴν, ἀκαταλήκτοις αὐτὸν εὐφημίαις δοξολογεῖν σπουδάζουσι.] Κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηριῶν ἡμῶν. (A f. 340 b, F f. 100) Ὁ τὴν σωτηρίαν ἡμῖν, φησὶ, δωρησάμενος, οὗτος ἡμῖν καὶ τὴν ὁδὸν ἐξομαλίσει, ὥστε τοσούτων μὴ διαμαρτεῖν ἀγαθῶν· καὶ θύραν ἀνοίξει τοῦ λόγου, εἰς τὸ τὴν ὁδὸν τοῦ κηρύγματος κατευοδωθῆναι ἡμῖν. Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. (A f. 340 b, E f. 128, F f. 100, H f. 150 b) Θαρσοῦσι σαφῶς οἱ ἀπόστολοι, οὓς καὶ μέχρι θανάτου ἐλθόντας διὰ τὸ κήρυγμα ἐξάγει γενναίως ὁ Θεός. Τῆς αὐτοῦ δυνάμεως εἶναί φασι τὰς διεξόδους τοῦ θανάτου, ἤτοι τὴν ἀπαλλαγὴν, διδόντος τοῖς ἀγαπῶσιν αὐτὸν τὸ διεξελθεῖν δύνασθαι ἤτοι ἐκφυγεῖν τοῦ θανάτου τοὺς βρόχους. Μόνος γὰρ αὐτὸς Θεὸς ὢν τοῦ σώζειν καὶ πηγὴ σωτηρίας, ἐξόδους εὕρατο τοῦ θανάτου, ἀναστὰς ἐκ νεκρῶν. Ἐπειδὴ πᾶς ἄνθρωπος εἰς μὲν τὴν εἴσοδον τοῦ θανάτου ἔφθασε, οὐκέτι δὲ διεξελθεῖν δεδύνηται αὐτόν· ὁ δὲ διὰ τῶν παρόντων δηλούμενος Κύριος, διεξόδους ποιησάμενος τοῦ θανάτου, καὶ τὴν ἀδιεξόδευτον αὐτοῦ φρουρὰν ἡμῖν διανοίξας, γέγονε Θεὸς τοῦ σώζειν· διὸ καὶ τῷ Ἰὼβ ἔλεγεν· «Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. (E f. 128, K f. 122) Τοὺς κατενεχθέντας, φησὶν, εἰς τῶν ἡδονῶν τὸν βυθὸν, καὶ εἰς τὰς κοσμικὰς φιληδονίας βεβαπτισμένους, ἐπιστρέψω πρὸς ἐμαυτόν. Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι. (A f. 341 b) Πῶς ἐπιστρέψουσι διδάσκει, ὅτι ἀναιρεθεισῶν τῶν πονηρῶν δυνάμεων. Κατήγαγε γὰρ εἰς γῆν τὸ αἷμα αὐτῶν καὶ κατεῤῥαντίσθη τῷ κατανικήματι αὐτῶν, κατὰ τὴν Ἡσαΐου φωνὴν, ὡς καὶ τὸν πόδα αὐτοῦ βαφῆναι ἐν αἵματι. Ἱστορικώτερον δὲ τὰ τοιαῦτα διαγράφει ὁ λόγος, καὶ οἷον ὡς ἐπὶ πολέμου καὶ στρατηγοῦ διαπλάττεται. Οἱ γὰρ ἐν πολέμῳ καὶ μάχαις νικᾷν εἰωθότες, τοῖς τῶν πεσόντων αἵμασι βαπτίζουσι τὸν πόδα ἐν τῷ ἐπεμβαίνειν τοῖς ἀνῃρημένοις. Κἀνταῦθα οὗν, ἐπειδὴ ἔδειξε τὸν τῶν ὅλων Θεὸν, οἷόν τινα ἀριστέα τοὺς πολεμίους καταγωνιζόμενον, καὶ τοὺς ἀδίκως δεδουλωμένους ἐλευθεροῦντα, διαγράφει τῷ λόγῳ καὶ αἱμάτων ῥύακας, καὶ συμπατουμένους νεκροὺς καὶ τούτους ἀτάφους ἐῤῥιμμένους, καὶ κυσὶ βορὰν προκειμένους. Σώζεις τοιγαροῦν, φησὶ, τοὺς κινδυνεύοντας, καταστρατεύῃ δὲ τῶν ἐχθρῶν, ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, βαφῇ δὲ καὶ ἡ γλῶσσα τῶν κυνῶν σου ἐν αἵματι τῶν ἐχθρῶν. Δέχεται πάλιν ὡς ἀπὸ πράγματος ἐναρ-