Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1156
Not analysed yet
γοῦς τὸ παράδειγμα· ταῖς γὰρ τῶν θρεμμάτων ἀγέλαις σύνεισιν ἀεὶ καὶ κύνες, ὑλακαῖς καὶ δήγμασι καταπτοοῦντες τοὺς θῆρας. Σύνεισι δὲ καὶ ταῖς λογικαῖς τοῦ Σωτῆρος ἀγέλαις ἱεροὶ καὶ πάνσοφοι κύνες, ταῖς ἑαυτῶν εὐστομίαις καθάπερ τισὶν ὑλακαῖς τοὺς ἀλλοτρίους ἐλαύνοντες θῆρας. Κύνας οὖν Κυρίου τοὺς τῆς νοητῆς ποίμνης φύλακάς φησιν, τοὺς ἁγίους ἀποστόλους καὶ τοὺς ἐπισκόπους, ὧν δὴ καὶ ἡ γλῶσσα μονονουχὶ τοῦ αἵματος τῶν νοητῶν ἐχθρῶν ἀπογεύεται. Λέγει τοίνυν ὡς μονονουχὶ θανάτου αἰτία τῶν πονηρῶν δαιμόνων γενήσεται ἡ τῶν ἀποστόλων φωνὴ, παρ' αὐτοῦ, τουτέστι παρὰ τοῦ Θεοῦ, βοηθουμένη. Τοῦτο δὲ μεταφορικόν· τῶν γὰρ ἐχθρῶν ἀναιρεθέντων, καὶ οἱ κύνες τῶν ἀνελόντων λάπτουσι τοῦ αἵματος αὐτῶν, καὶ τὰ τούτων διασπαράσσουσι σώματα. Ἑτέρως δὲ, ποῦς Χριστοῦ ὁ ἐκ Μαρίας ἄνθρωπος, ὅστις διὰ τοῦ πάθους ἐβάφη τῷ αἵματι. Ἡ γλῶσσα δὲ τῶν κυνῶν, ἤγουν τῶν ἀκαθάρτων πάλιν ἐθνῶν, ἐγεύσατο τοῦ ἀχράντου αἵματος, ὅτε ἐπέστρεψαν ἐκ τοῦ διαβόλου. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ. (A f. 342) Πηγαὶ τοῦ Ἰσραὴλ εἶεν ἂν οἱ μακάριοι προφῆται, καὶ πρό γε τούτων ὁ νόμος. Λέγει οὖν, ὡς ἄλλοθεν οὐ προσῆκεν ἡμῖν τὸν Θεὸν ἢ ἐκ τούτων αὐτῶν ἀρυομένους ὑμνολογεῖν. Τοῦτο δέ φησι διὰ τὰ ἑτερόδοξα τῶν αἱρετικῶν συγγράμματα. Ἐκ γὰρ τῶν νομικῶν καὶ προφητικῶν Γραφῶν ὁ Κύριος εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγῶν οὐσῶν μετ' εὐφροσύνης ὕδωρ. Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει. (A f. 342 b) Ἐκεῖ ποῦ; Ἐν ταῖς Ἐκκλησίαις, ἢ ἐν μέσῳ τῶν ψαλλόντων. Τίς δὲ ὁ Βενιαμὶν, ἢ ὁ μακάριος Παῦλος ὁ ἐκ φυλῆς Βενιαμίν; Τὸ δὲ, νεώτερος, διὰ τὸ ὕστερον αὐτῷ τῶν ἀποστόλων ὀφθῆναι τὸν Κύριον. Ἐν ἐκστάσει δὲ διὰ τὴν εἰς τρίτον οὐρανὸν ἁρπαγὴν, καὶ διὰ τὰς ὑπερβολὰς τῶν ἀποκαλύψεων, κατὰ τὸ παρ' αὐτοῦ εἰρημένον· «Εἴτε ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν·» καὶ διὰ τὸ θειοτέρας αὐτὸν τυχεῖν ἀλλοιώσεως. Ἐφ' οὗ καὶ ἀληθεύει τὸ, «Πρωῒ ἔδεται·» καὶ τὸ, «Ἑσπέρας διαδώσει τροφήν.» Ὁ γὰρ διώκων τὴν Ἐκκλησίαν, ἐν ὀλίγῳ τὴν πίστιν εὐηγγελίσατο. Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν. (A f. 342 b) Μέμνηται καὶ τῶν λοιπῶν τῆς Ἐκκλησίας παιδευτῶν τε καὶ ἀποστόλων, οἳ σχεδὸν ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασι καὶ φωστῆρες οἰκουμενικοὶ, καί φησιν ὅτι αὐτῶν τῶν ψαλλόντων ἄρχοντες καὶ ἡγεμόνες ἐχειροτονήθησαν· ἔκ τε τῆς Ἰούδα φυλῆς, ὡς οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Λευῒς ἤτοι Ματθαῖος· ἔκ τε τῆς Ζαβουλὼν καὶ τῆς Νεφθαλεὶμ, ὡς Πέτρος καὶ Ἀνδρέας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ Φίλιππος, ἀπὸ Βηθσαϊδὰ τῆς κώμης ὄντες, καὶ Ἰάκωβος ὁ Ἀλφαίου ἐκ Κα-