Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1160
Not analysed yet
Διασκόρπισον ἔθνη. —Ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου· Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. (A f. 343 b. Κυρίλλου καὶ τοῦ Νύσσης.) Ὡς διασκορπισθέντων τῶν νοητῶν ἐχθρῶν, λοιπὸν ἐπὶ τὸ κήρυγμα οἱ ἀπόστολοι δραμοῦνται. Πιστεύσουσι δὲ Αἰγύπτιοί τε καὶ Αἰθίοπες, τουτέστι τὰ πέρατα τῆς γῆς· ἔσχατοι γὰρ πάντων ἐν ἀνατολῇ καὶ δύσει Αἰθίοπες. Σημαίνει δὲ διὰ μὲν τῶν Αἰγυπτίων τοὺς ἄγαν εἰδωλολάτρας καὶ ἐναντίους τῇ λατρείᾳ τοῦ Ἰσραήλ· ἡ γὰρ Αἴγυπτος τῆς ἀσεβείας τὸ κράτος ἀνεδήσατο· διὰ δὲ τῶν Αἰθιόπων τὰ πέρατα τῆς γῆς. Πῶς δὲ προσέδραμεν ἡ Αἰθιοπία εἰς τὸ κήρυγμα, καὶ τὸ περὶ αὐτῆς προφητευόμενον τέλους τετύχηκεν, ἔξεστιν ἀπὸ τοῦ εὐνούχου ἰδεῖν τοῦ Αἰθίοπος, ὃν Φίλιππος πρὸς τὴν ἀλήθειαν ἐποδήγησε, χεῖρα ὄντα τῆς βασιλίσσης τῶν Αἰθιόπων, ὡς δυνάστην Αἰθιοπίας, καὶ καθ' ὃ ἐπὶ πάσης τῆς γάζης αὐτῆς εἴτουν τοῦ θησαυροῦ ἐτέτακτο. Ὅτι γε μὴν ἡ Αἰθιοπία πάντα τὰ ἔθνη δηλοῖ μέλανα ὄντα ἐν ἁμαρτίᾳ, παρίστησιν ἡ ἐν τῷ ᾌσματι διὰ μετανοίας λέγουσα νύμφη· «Μέλαινά εἰμι καὶ καλὴ,» τὸ μὲν διὰ τὴν εἰδωλολατρείαν καὶ τὴν κακίαν, τὸ δὲ διὰ τὴν ἐξ αὐτῶν ἀναχώρησιν· ὥστε τὴν Αἰθιοπίαν προφθάσαι χεῖρα αὐτῆς τῷ Θεῷ, ἤτοι ἐν τῷ εὔχεσθαι, ἢ καὶ ἐν τῷ προσάγειν δῶρα τῷ βασιλεῖ τά τε τῆς εὐσεβείας ἀρώματα καὶ τὸ τῆς θεογνωσίας χρυσίον. Ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. (A f. 344) Ἐξ Ἰσραὴλ γὰρ τὸ γένος κατάγοντες οἱ ἱεροὶ ἀπόστολοι, τὴν τοῦ Θεοῦ μεγαλουργίαν δι' ὧν εἰργάζοντο θαυμάτων ὑπέδειξαν. Καὶ οἱ μετ' ἐκείνους δὲ τὸ διδασκαλικὸν δεξάμενοι χάρισμα, καθάπερ τινὲς νεφέλαι ἐκ τῆς τοῦ παναγίου Πνεύματος θαλάττης τὸν ὑετὸν ἀνιμώμενοι, τὴν ἀρδείαν τοῖς ἀνθρώποις προσφέρουσιν. Ἢ τὸ, «Ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις,» ἀντὶ τοῦ μεγάλη καὶ ὑψηλὴ καὶ περίοπτος. Ἑτέρως δὲ τῷ θεωρητικωτάτῳ Ἰσραὴλ τὰ μεγαλεῖα τοῦ Θεοῦ γνωρίζονται, καὶ ἡ δύναμις αὐτοῦ τῷ ὑπερκειμένῳ τῶν γεηρῶν. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραήλ. (A f. 344) Οἱ τῆς ἀρετῆς ἐρασταὶ τὸν Θεὸν δι' ἑαυτῶν εὖ βιοῦντες ὑμνεῖσθαι παρασκευάζουσι, καὶ αὐτοὶ δὲ μόνοι θαυμάζουσι τὸν Θεὸν, οἷα δυνάμενοι κατανοεῖν τὰς μεγαλοπρεπεῖς οἰκονομίας αὐτοῦ. Αὐτὸς οὖν ὁ τοῦ πνευματικοῦ Ἰσραὴλ Θεὸς, ἴσον δὲ εἰπεῖν ὁ τῶν ἁγίων Θεὸς, ἐνισχύσει καὶ τὸν νέον λαὸν, ὥστε πάντα καὶ λαλεῖν καὶ δρᾷν ὑπὲρ τῆς δόξης αὐτοῦ· καὶ δύναμιν μὲν δώσει εἰς τὸ ῥυσθῆναι τῆς πλάνης τῶν εἰδώλων, κραταίωσιν δὲ εἰς τὸ ἐμμεῖναι τῇ ἀμωμήτῳ πίστει Χριστοῦ· ὃς εὔνοός ἐστιν, ὡς καὶ πλάσας καὶ ἀναπλάσας καὶ τοσούτων ἀγαθῶν καταξιώσας τὸν λαὸν αὐτοῦ. ΨΑΛΜΟΣ ΞΗʹ. Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῷ Δαβίδ. (A f. 344 b. B f. 284 b. G f. 50) Περιέχει μέντοι