Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1157
Not analysed yet
περναοὺμ, Σίμων δὲ ὁ Ζηλωτὴς Κανανίτης ὠνόμασται. Ταῦτα δὲ πάντα τὰ χωρία τῆς Γαλιλαίας ἐστί· Ζαβουλὼν δὲ καὶ Νεφθαλεὶμ ἐκεῖνον ἔσχον τὸν κλῆρον· καὶ τούτου μάρτυρες δύο, ὁ μὲν προφήτης, ὁ δὲ εὐαγγελιστής· ὁ μὲν προλέγων, ὁ δὲ τὴν μαρτυρίαν προφέρων· ὥστε ἐκ τούτων τῶν φυλῶν οὗτοι οἱ ἀπόστολοι ὥρμηντο, οἱ καταστάντες ἄρχοντες καὶ ἡγεμόνες τῶν Ἐκκλησιῶν. Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. (A f. 342 b, B f. 282, E f. 129, H f. 156, K f. 122 b) Δύναμιν τοῦ Πατρὸς τὸν Υἱόν φησι, κατὰ τὸ, «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Παρακαλεῖ τοίνυν τὸν Πατέρα ὁ ἀποστολικὸς χορὸς, ἵνα ἐντείληται τῷ Υἱῷ τὰ περὶ τοῦ κηρύγματος· «Ἀπ' ἐμαυτοῦ γὰρ, φησὶ, λαλῶ οὐδὲν,» ἀλλ' ὅσα ἂν ἀκούσῃ παρὰ τοῦ Πατρός· καὶ ἵνα δυναμώσῃ αὐτοῖς ὃ κατήρτισεν αὐτοῖς, μονονουχὶ καὶ δακτύλῳ δεικνὺς, ὅτι τὸ ἠσθενηκὸς σῶμα, καὶ πεπτωκὸς εἰς θάνατον διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ὅτι τοῦτο δυναμώσει κατὰ καιροὺς ὁ Χριστός· αἰτοῦσιν οὖν ἵνα τῆς φθορᾶς ἀπαλλάξας τὸ σῶμα, τὴν ἀφθαρσίαν ἐνδύσῃ, ἀναγαγὼν αὖθις εἰς τὸ ἐν ἀρχῇ, τουτέστιν εἰς τὴν ἐν ἀρχῇ μακαρίαν καὶ ἀκήρατον ζωήν· ὃ καὶ ποιήσει Κύριος κατὰ καιροὺς, ὅτε καταβήσεται ἐξ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου. (A f. 345, E f. 129 b) Ἐπειδὴ πολλοὶ οἱ τῇ κατὰ Θεὸν πολιτείᾳ τῶν ἁγίων δυσμεναίνοντες, καὶ μάλιστα οἱ ἀκάθαρτοι δαίμονες, τούτου χάριν εὔχεται ἐπιτιμηθῆναι αὐτοὺς θηρία ὄντας καλάμου. Ἰστέον δὲ, ὅτι τόπος ἐστὶν ἐν Παλαιστίνῃ, ἐν παρόδῳ τῆς Ἱερουσαλὴμ, ᾧ ὄνομα Κάλαμος, διὰ τὸ πλείστους εἶναι τοὺς καλάμους ἐν αὐτῷ· ἐν τούτῳ λανθάνουσι λέοντες δεινοὶ ὠμοβόροι, καὶ ἕτεροι θῆρες ἄγριοι περὶ τὸ ἄλσος ἐμφωλεύοντες, οἳ καὶ ἐπεβούλευον τοῖς ἀνιοῦσιν εἰς Ἱερουσαλήμ. Οὐκοῦν ὡς ἀπὸ πράγματος ἐμφανοῦς εἰς ἐννοίας ἡμᾶς κεκρυμμένας καὶ πνευματικὰς ὁ τοῦ Ψάλλοντος ἀποφέρει λόγος. Τί πράττουσιν οἱ ἐν τῷ Καλάμῳ θῆρες; Ἐπιβουλεύουσι δεινῶς τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα. Τοῦτο αὐτὸ καὶ τοὺς ἀκαθάρτους δαίμονας ποιοῦντας εὑρήσομεν· ἐπιβουλεύουσι γὰρ τοῖς ἐν τῇ νοητῇ Ἱερουσαλὴμ ἀπιοῦσιν οἱ νοητοὶ λέοντες, οἱ τῇ ἀκαρπίᾳ καὶ κουφότητι τῶν ἀστηρίκτων ἐμφωλεύοντες, καὶ ἐπαναπαυόμενοι τοῖς ξηροῖς πρὸς ἀρετὴν, καὶ ὑγροῖς πρὸς φιληδονίαν· κατὰ τὸ ἐν Ἰὼβ περὶ τοῦ διαβόλου εἰρημένον, ὅτι Ὑπὸ πᾶν δένδρον κοιμᾶται, παρὰ κάλαμον καὶ βούτομον καὶ πάπυρον. Εἰσὶ δὲ καὶ ἕτεροι τοῦ Καλάμου θῆρες ἀνοσίων αἱρέσεων εὑρεταὶ, καὶ λανθανόντως καὶ θηριωδῶς συγγράφοντες τὰ διεστραμμένα, οἳ καθάπερ ὀδόντι τῷ καλάμῳ χρώμενοι, τὰς τῶν ἁπλουστέρων ψυχὰς κατεσθίουσιν.