Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1177
Not analysed yet
αἰνοῦσιν ἐπὶ τούτῳ τὸν Θεὸν, πολλῷ μᾶλλον αὐτοὶ οἱ σωθέντες ἐπὶ τῆς γῆς αἰνέσουσι τὸν σώσαντα. Διὸ πρόσκειται «καὶ ἡ γῆ,» ἵνα εἴπῃ· Πάντα αὐτὸν ὑμνείτω τὰ ἄνω, τὰ κάτω. Ἀπὸ γὰρ τῶν κυριωτέρων τὰ κατὰ μέρος συμπεριέλαβεν. Ἐν δὲ τῇ θαλάσσῃ εἶπεν, ἐπειδὴ καὶ ἐν ταῖς νήσοις ἔμελλον τὸ σωτήριον τοῦ Θεοῦ παραδέχεσθαι. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας. —Καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν. (A f. 352) Ὑψηλότερον δὲ, Σιὼν ἡ ἁγίων Ἐκκλησία, ἧς καὶ αἱ πόλεις ᾠκοδομήθησαν, αἱ ἀνεγηγερμέναι ψυχαὶ ἐκ τοῦ τῆς ἀπιστίας ὀλίσθου δι' ἐξομολογήσεως· Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. Δοῦλοι δὲ Θεοῦ οἱ ἅγιοι ἀπόστολοι· σπέρμα δὲ αὐτῶν οἱ δι' αὐτῶν εἰς Χριστὸν πιστεύσαντες. ΨΑΛΜΟΣ ΞΘʹ. Εἰς τὸ τέλος, τῷ Δαβὶδ εἰς ἀνάμνησιν, εἰς τὸ σωσαί με Κύριον. (A f. 352 b) Δύναται δὲ καὶ ἀπὸ Χριστοῦ προσάγεσθαι ὑπὲρ τῆς ἀνθρωπότητος, ἀξιούσης εἰς τὸ βοηθῆσαι αὐτῇ διαναστῆναι τὸν Θεόν. Οὕτω γὰρ συνέβαινεν ἐντραπῆναι μὲν τοὺς ἀνακειμένους αὐτῇ πολεμίους δαίμονας, εὐφρανθῆναι δὲ τοὺς ὅσοι χαίρουσιν ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς. Διὸ βοᾷ· Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. (A f. 352 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Διαμάρτοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. Ὑψηλότερον δὲ, οἱ δαίμονες οἱ ἐπὶ τῷ γενομένῳ μοι πάλαι πτώματι, διὰ τὴν τοῦ θανάτου κατάραν, ἐπαρθέντες καὶ ἐπιχαρέντες, μηκέτι μου κυριευσάτωσαν. Ἀξία δὲ τοῦ Δαβὶδ ἡ εὐχή· οὐ γὰρ κατεύχεται τῶν εἰς χρήματα ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων, ἀλλὰ τῶν εἰς ψυχὴν, ἤτοι δαιμόνων, καὶ τῶν συνεργούντων τοῦτοις πονηρῶν καὶ ἀπίστων ἀνθρώπων. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω—οἱ λέγοντές μοι· Εὖγε, εὖγε. (A f. 352 b. Κυρίλλου καὶ Θεοδωρήτου.) Οἱ τοῖς ἐμοῖς, φησὶ, κακοῖς ἐφηδόμενοι, τράποιντο εἰς φυγὴν μετ' αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολὴν, καὶ μὴ ἀπολαύσαιεν τῆς εὐφροσύνης. Τὸ γὰρ, Εὖγε, ἔθος ἐστὶ λέγειν τοῖς ἀνθρώποις, ὅταν τινὸς τύχωσι τῶν καθ' ἡδονήν. Λέγουσι δὲ τοῦτο καὶ οἱ δαίμονες ἁμαρτανόντων ἡμῶν· ἔστι δ' ὅτε καὶ γέλωτα ἐκπέμπουσιν ἐμπαίζοντες ἡμῖν. Πλὴν τῷ ἁμαρτάνοντι συμφέρει ἀποστραφῆναι εἰς τὰ ὀπίσω, διὰ μετανοίας παλινδρομοῦντι ἐφ' ὃ καταλέλοιπεν ἀγαθὸν, μετὰ τοῦ αἰσχύνεσθαι θέλειν. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεὸς, βοήθησόν μοι. (A f. 353) Ἴσως δὲ καὶ ἐκ προσώπου ταῦτα τοῦ λαοῦ τῶν ἐθνῶν λέγεται, τοῦ πτωχοῦ καὶ πένητος διὰ τὴν ἁμαρτίαν καὶ τὴν ἀσέβειαν, παρακαλοῦντος