Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1180
Not analysed yet
ἐπιταχῦναι τοῦ Χριστοῦ τὴν βοήθειαν, καὶ καταισχυνθῆναι τοὺς νοητοὺς ἐχθρούς. ΨΑΛΜΟΣ Οʹ. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. (A f. 354. Κυρίλλου καὶ Βασιλείου.) Ἔστι δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι' οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας εἰς φθοράν. Ὁ μὲν οὖν ἔχων εἰς Θεὸν ἐλπίδα, μέχρι τοῦ παντὸς αἰῶνος οὐ καταισχυνθήσεται· καθάπερ ὁ ἐπί τι πεποιθὼς ἔτερον, ἡνίκα τῆς ἐλπίδος ἐκπέσῃ· ὁ πεποιθὼς γὰρ, φησὶν, ἐπὶ πλούτῳ, οὗτος πεσεῖται. Καὶ μὴ ἐλπίζετε ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Καὶ ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον· εὐλογημένος δὲ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ. Κἀγὼ τοίνυν, φησὶν, εἰ μὲν ἐπ' ἄνθρωπον ὅλως ἢ ἐπ' ἄλλο τι τῶν ἐπιβούλων καὶ σφαλερῶν ἀνῆψά μου τῆς ψυχῆς τὴν ἐλπίδα, ἄξιος εἴην καταισχύνεσθαι. Εἰ δὲ πάντων μὲν τῶν ἄλλων ὑπερεῖδον, πρὸς σὲ δὲ μόνον ἐπήρεισά μου τὴν ὅλην πεποίθησιν, μὴ δὴ, ὁ Θεὸς, καταισχυναίμην δι' αἰῶνος. Μνησθεὶς δὲ τῆς συμφύτου δικαιοσύνης τῆς πᾶσι διανεμητικῆς τοῦ κατ' ἀξίαν, ῥῦσαί με τῶν ἐπιτιθεμένων ἀνθρώπων ἢ διαμόνων, καὶ τῆς αὐτῶν ἐξελοῦ σκαιότητος. ΨΑΛΜΟΣ ΟΑʹ. Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δός. (E f. 141) Καὶ ποῖον κρῖμα διαδεξάμενος, ὡς ἐν ὀλίγοις εἰπὼν ὁ μακάριος Παῦλος, ὅτι εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. (E f. 141 b. Κυρίλλου, Διδύμου, Ἀθανασίου) Ὄρη καὶ βουνοὺς ἐνταῦθα ἀγγελικὰς δυνάμεις φησὶν, τὰ πάλαι μὲν διὰ τὴν κεχυμένην ἀσέβειαν μὴ ἐπιχωριαζούσας τῇ γῇ, νῦν δὲ εἰρήνην πρὸς πάντας ἀνθρώπους κελευομένας ἀναλαμβάνειν. Σώσει τοὺς υἱοὺς τῶν πενήτων. (E f. 141 b) Καὶ τίνες εἶεν ἄρα ἐνθάδε οἱ σημαινόμενοι πένητες, τίνες δὲ καὶ οἱ τούτων υἱοὶ, ἀναγκαῖον ἰδεῖν. Πένητας τοίνυν ὀνομάζει τοὺς ἁγίους ἀποστόλους· ἧσαν γὰρ πτωχοὶ τῷ πνεύματι· σέσωκε τοίνυν ἡμᾶς τοὺς τῶν πενήτων υἱοὺς, κατὰ Πνεῦμα δικαιώσας ἐν τῇ πίστει καὶ ἁγιάσας. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ. (E f. 142) Τὸ Συμπαραμένει, τουτέστι, τῷ παντὶ χρόνῳ συνεκτείνεται ὁ Θεὸς ὁμοῦ καὶ ἄνθρωπος· ὅτι καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν ἦν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ σελήνη. (E f. 142) Ἀνατελεῖ ἡμῖν ἐν ἡμέραις Χριστοῦ δικαιοσύνη διὰ πίστεως· πλῆθος δὲ εἰρήνης, διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καὶ πρὸς τούτοις ἔτι ἀνταναιρεῖται ὁ διάβολος. —[Cod. M. f. 120.] Ἐπιτήρει