Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1181
Not analysed yet
ὅπως οὐκ εἶπεν ἀναιρεῖσθαι, ἀλλ' ἀνταναιρεῖσθαι τὴν σελήνην· ὡς γὰρ ἤδη ἀνελὼν τὸν ἄνθρωπον, ἀνταναιρεῖται ὁ διάβολος. [Καὶ ἄλλως κατὰ πᾶσαν ἐδοξάζετο τὴν οἰκουμένην ὁ τῆς νυκτὸς ἄρχων ὁ διάβολος, ὡς ἐν τύπῳ διὰ τῆς σελήνης δηλούμενος, ἥτε τέθειται εἰς ἀρχὰς τῆς νυκτὸς, νόθον τι φῶς, τὴν τοῦ κόσμου σοφίαν διδούς· ἀλλὰ τὴν τούτου κατέλυσε δόξαν ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οὗ ἐν ταῖς ἡμέραις ἀνέτειλε δικαιοσύνη μὲν διὰ πίστεως, πλῆθος δὲ εἰρήνης διὰ τῆς πρὸς Θεὸν ἐπιστροφῆς. Καλῶς δὲ τὸ, ἀνταναιρεθήσεται· ἀνθ' ὧν ἀνεῖλεν ἄνθρωπον, ἀναιρεθήσεται.] [Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης. Καὶ τί ἐστιν, «Ἀπὸ θαλάσσης ἕως θαλάσσης;» Πρῶτον ἡμῖν ὁρίζει τῆς Ἰουδαίων χώρας τοὺς ὅρους· εἶτα καὶ κατὰ πᾶσαν, φησὶ, τὴν οἰκουμένην ἐκταθήσεται τὴν βασιλείαν αὐτοῦ. Ὅρος δὲ τῇ τῶν Ἰουδαίων χώρᾳ, ὡς ἐκ μὲν βορειοτέρων, παράκειται τῇ θαλάσσῃ τῇ κατὰ Παλαιστίνην καὶ Φοινίκην· ἐκ δὲ τῶν νοτιωτέρων παράκειται πάλιν θαλάσσῃ τῇ Ἁλυκῇ ἤγουν τῇ Ἐρυθρᾷ. Ὁρίζει τοίνυν τῆς Ἰουδαίων χώρας τὸ μέτρον, καί φησι· «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης.» Ἀλλὰ μικρὸν τοῦτο τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· οὐ γὰρ ἦν ἀκόλουθον μέχρι μόνης τῆς Ἰουδαίων χώρας τὸ τῆς βασιλείας αὐτοῦ στέλλεσθαι μέτρον.] [Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες. Αἰθίοπας μὲν ἐν τούτοις εἶναι νοητούς φησι, τοὺς κατεσκοτισμένην ἔχοντας τὴν καρδίαν καὶ οἱονεὶ μελαινομένους τὸν νοῦν· ἐχθροὺς δὲ τοὺς ἀντιπίπτοντας τῷ ἀπταίστῳ κηρύγματι, καὶ μαχομένους τέως τῇ ἀληθείᾳ. Οἱ γὰρ πάλαι μισοῦντες Χριστὸν καὶ πολέμιον ἔχοντες πρὸς αὐτὸν τὸ φρόνημα, τουτέστιν, οἱ τῇ ἀληθείᾳ μαχόμενοι, διὰ τοῦ προσκυνεῖν ἀψύχοις εἰδώλοις καὶ ὑποκεῖσθαι τῷ Σατανᾷ, χοῦν λείξουσι, τουτέστιν, εἰς γῆν πεσοῦνται, προσκυνοῦντες αὐτῷ δηλονότι, καὶ οἱονεὶ τῶν γονάτων προκυλιόμενοι.] Βασιλεῖς Θαρσεῖς. —Βασιλεῖς Σαββᾶ. (G f. 62 b, L f. 170) Θαρσεῖς ἐθνῶν Αἰθιοπίους ἐστί. Ἔτι δὲ τὸ Θαρσεῖς σημαίνει τὸ χρῶμα τὸ ὑακίνθινον, ὡς παρὰ τῷ προφήτῃ ἔχομεν· «Ὁμοίωμα αὐτῶν ὡς Θαρσεῖς.» Σημαίνει δὲ παρὰ τῷ Ἰωνᾷ καὶ Ταρσὸν πόλιν. Σαββᾶ πόλις τῆς Ἰνδίας, ἀφ' ἧς ἦλθεν ἡ βασίλισσα Νότου πρὸς Σολομῶντα. Προσκυνήσουσιν αὐτῷ. —Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου. (F f. 109 b) Προσκυνήσουσιν ἅπαντες, τῆς πικρᾶς τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντες· δυνάστην γὰρ αὐτὸν ὠνόμασεν, πτωχὸν δὲ τὴν ἀνθρωπείαν φύσιν, ὡς ἔρημον γενομένην τηνικαῦτα Θεοῦ.