Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1212
Not analysed yet
θεόπνευστος Γραφὴ, διὰ τὸ ὑψηλὸν τῶν ἐν αὐτῇ θείων δογμάτων. —Ὄρη οὖν νοοῦμεν τὰς Ἐκκλησίας, ἤτοι τοὺς ἐν αὐταῖς. Ναοὶ γάρ ἐσμεν Θεοῦ ζῶντος, καὶ οἶκος Θεοῦ κατὰ τὰς Γραφάς. Ποῖα δὲ αὐτά ἐστι τὰ θεμέλια ἃ τίθησιν ἐν ἡμῖν Χριστὸς, διδάξει λέγων ὁ Παῦλος· «Πίστις, ἐλπὶς, ἀγάπη· καὶ πρὸς ἐπὶ τούτοις ἀνδρεία καὶ ὑπομονὴ, σωφροσύνη καὶ ἐγκράτεια, πραότης καὶ μακροθυμία,» καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς. (F f. 143 b) Ἡ ἐπίγειος Σιὼν, ἡ κατὰ τὴν Ἰουδαίαν χώραν, μέρος μέν ἐστι τῆς Ἱερουσαλὴμ, ὑψηλὴ δὲ καὶ ὥσπερ ἐν ὄρει διακειμένη· διὰ τοῦτο καὶ ἑρμηνεύεται σκοπευτήριον. Ταύτῃ τοίνυν τῇ ὡς ἐν ὄρει διακειμένῃ Σιὼν ἀπεικάζει τὴν Ἐκκλησίαν, ἤγουν τὴν τῶν πιστευσάντων πληθὺν, τὸ Γράμμα τὸ ἱερόν. Ὑψηλὴ γὰρ, οὐδὲν ἔχουσα ταπεινόν· οὐδὲ γὰρ ἀξιοῖ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, ζητεῖ δὲ μᾶλλον τὰ ἄνω· καὶ οἱ τῆς Ἐκκλησίας δὲ τρόφιμοι περιπατοῦσι μὲν ἐπὶ γῆς, ἔχουσι δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς. ΨΑΛΜΟΣ ΠΗʹ. Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου. (F f. 147, K f. 158 b) Ἐγήγερται ἐκ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα Χριστὸς, καὶ ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἦν ὁ μακάριος Δαβίδ. Ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου. (F f. 148 b) Βραχίονα δὲ τοῦ Πατρὸς ὀνομάζει τὸν Υἱόν· ἐνεργεῖ γὰρ δι' αὐτοῦ τὰ πάντα, καθάπερ ἀμέλει καὶ ἡμεῖς αὐτοὶ διὰ τῆς ἑαυτῶν χειρὸς πάντα ποιεῖν εἰθίσμεθα. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται. (F f. 148 b) Ἐν τῷ φωτὶ τῷ διὰ τοῦ Πνεύματος τῷ ἐκπεμπομένῳ διὰ τοῦ σοῦ προσώπου, τουτέστι τοῦ σοῦ Υἱοῦ, πορεύσονται. Ὁδηγεῖ γὰρ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἕκαστα τῶν ἐν φωτὶ πρακτέων. Ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. (F f. 148 b, K f. 159) Ἀεὶ γὰρ ἡμᾶς στεφανοῖ τὸ καλὸν ὄνομα τοῦ Χριστοῦ τὸ ἐπικληθὲν εἰς ἡμᾶς· ὠνομάσμεθα γὰρ διὰ Χριστὸν Χριστιανοί. [Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Ὁ Σωτὴρ ἔφασκε· «Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα ποιήσω αὐτά· αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι αὐτός με ἀπέσταλκε.» Καὶ πάλιν· «Ἀπ' ἐμοῦ λαλῶ οὐδέν· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· «Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.]» Τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. (F f. 149 b, K f. 160) Μετὰ γὰρ τὸν τοῦ Σωτῆρος σταυρὸν δειναῖς καὶ ἀφύκτοις περιπέπτωκε συμφοραῖς ἡ τῶν Ἰουδαίων συναγωγή. Παρεδόθησαν γὰρ εἰς χεῖρας ἐχθρῶν, οἳ καὶ πᾶσαν αὐτῶν ἠρήμωσαν τὴν χώραν· καὶ διεσκορπίσθησαν.