Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1213
Not analysed yet
Ὑψωθήσεται τὸ κέρας αὐτοῦ. (F f. 149 b) Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ κέρας ὀνομάζειν, ἐπὶ μὲν τῶν ἁμαρτωλῶν, τὴν ὑπεροψίαν· ἐπὶ δὲ τῶν δικαίων, τὴν δόξαν. [Τοῖς ὀνόμασι τοῖς μάλιστα πρέπουσι τῷ Πατρὶ καὶ αὐτὸς ὁ Υἱὸς δοξάζεται· οἷόν τί φημι, Θεὸς ἀληθινὸς, ὁ Πατὴρ τοῦτό ἐστι καὶ ὁ Υἱός· αὐτὸς γάρ ἐστιν «ἡ ἀλήθεια καὶ ἡ ζωή.» Καὶ τοῦτο ἔλεγε πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Ὅτι πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.»] [Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ. Θήσει δὲ αὐτὸν ὁ Θεὸς καὶ πρωτότοκον, καθὰ καὶ Παῦλος ὁ μέγας φησίν· «Εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς·» καὶ πάλιν· «Πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ πρωτότοκος πάσης κτίσεως.» Ἔλεγε δὲ καὶ ὁ Σωτὴρ τῇ Μαρίᾳ· «Πορευθεῖσα, εἶπε τοῖς ἀδελφοῖς μου· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Καὶ γὰρ μονογενὴς μέν ἐστιν ὡς Θεὸς, πρωτότοκος δὲ ὡς ἄνθρωπος· ἀδελφοὺς γὰρ ἔχει τοὺς πεπιστευκότας, καὶ Πατέρα ἑαυτοῦ καλεῖ τὸν Θεὸν ὡς Θεός· Θεὸν δὲ αὐτοῦ πάλιν ὡς ἄνθρωπος.] Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. (F f. 150, K f. 160 b) Αὐτῷ μὲν τῷ πεπιστευκότι δι' αὐτοῦ λαῷ φησι· ἔλεος δὲ τὴν διὰ πίστεως ἄφεσιν. Πιστὴ δὲ διαθήκη ἀντὶ τοῦ ἀσφαλὴς καὶ βεβαία καὶ μένουσα· ἡ μὲν γὰρ πρώτη διαθήκη πέπαυται διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. «Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.» Πέπαυται μὲν γὰρ ἡ πρώτη διαθήκη σκιᾶς ἔχουσα τύπον, καὶ μόνον τῆς ἀληθείας τὴν μόρφωσιν· εἰσαγωγὴ δὲ γέγονεν ἡμῖν κρείττονος ἐλπίδος, δι' ἧς ἐγγίζομεν τῷ Θεῷ, ὡς ὁ μακάριος γράφει Παῦλος. Ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος. (F f. 150 et 151, K f. 160 b) Θρόνον φησὶν ἐν τούτοις τὴν ἀρχὴν αὐτοῦ, τουτέστι τὴν Ἐκκλησίαν. Χριστοῦ δὲ θρόνος ἡ Ἐκκλησία· ἐπαναπαύεται γὰρ αὐτῇ, καθ' ἃ καὶ ἐν τοῖς ἁγίοις ἀγγέλοις. Γέγραπται γάρ· «Ὁ οὐρανός μοι θρόνος.» Καὶ ἡ μὲν ἐν τοῖς οὐρανοῖς Ἐκκλησία θρόνος ἐστίν· ὁμοίως δὲ πάλιν καὶ ἡ ἐπὶ γῆς θρόνος τοῦ πάντων ἡμῶν κρατοῦντος Θεοῦ. Ἔσται οὖν, φησὶ, ἡ Ἐκκλησία Χριστοῦ καταστράπτουσα καὶ φωτίζουσα τὴν ὑπ' οὐρανὸν, καὶ μένουσα διηνεκῶς ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη. Ὥσπερ οὐδεὶς ἐν οὐρανοῖς τὸν ἡλίου καὶ σελήνης κύκλον σβέσαι δυνήσεται, οὕτως οὐδεὶς ἐν ἀνθρώποις ἀμαυρώσει ποτὲ τὰς τῆς Ἐκκλησίας αὐγὰς, ἤτοι τὴν λαμπρότητα τὴν νοητήν· φαίνει δὲ ἀεὶ καθάπερ ὁ ἥλιος καὶ ἡ σελήνη. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, κ. τ. λ. (F f. 151 b, K f. 161) Ἀντὶ τοῦ, ἀπωσθῆναι καὶ ἐξουδενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπώσατο καὶ ἐξουδένωσεν τὸν ἴδιον Υἱὸν, Ἰουδαῖοι δὲ μᾶλλον τοῦτο πεπράχασι, πλὴν κατὰ συγχώρησιν