Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1256
Not analysed yet
ἐκ περιχαρείας, ποταμοῖς αὐτοὺς παρεικάζει λέγων· «Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό.» [Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ πηγαῖς τε καὶ ποταμοῖς ἐσθότε παρομοιοῦν τοὺς ἁγίους προφήτας, ἀποστόλους καὶ εὐαγγελιστὰς, ἔτι τε πρὸς τούτοις τοὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, τοὺς τὸν θεῖον τοῖς λαοῖς πρεσβεύοντας λόγον, καὶ τῶν ἱερῶν δογμάτων ὄντας ἐπιστήμονας, καὶ μυσταγωγικὸν ἔχοντας ἐπιτήδευμα. Καὶ γοῦν ἔφη περὶ αὐτῶν διὰ φωνῆς Ἡσαΐου τοῦ προφήτου· «Ἀντλήσατε τὸ ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου.» Σωτηρίους δὲ αὐτοὺς ὀνομάζει πηγάς· ἀναβρύουσι γὰρ ὥσπερ τοῖς ὑπὸ χεῖρα λαοῖς τὸν ἐξ οὐρανοῦ λόγον, αὐτοὶ δεχόμενοι παρὰ Χριστοῦ. Ὡς γὰρ αὐτοί φασιν οἱ ἅγιοι· «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» [Ὅταν τοίνυν ἀκούσῃς περὶ τῶν ἁγίων ποταμῶν ὅτι κροτήσουσι χεῖρας, ἀντὶ τοῦ εὐφρανθήσονται, νόει, τερφθήσονται, καὶ χαρήσονται, καὶ ἑορτάσουσι. Διὰ ποίαν αἰτίαν; Ὅτι ἔσωσε Κύριος τὴν ὑπουράνιον, ὄτι καταβέβηκεν ἐξ οὐρανοῦ ὁ Μονογενὴς ὢν Λόγος, καὶ γέγονεν ὅμοιος ἡμῖν, ἵνα καταργήσῃ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, ἵνα παραλύσῃ τὴν φθορὰν, ἀναστρέψῃ θάνατον, ἀποστήσας τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ ἡμᾶς καθαροὺς ἀπεργάσῃ διὰ τοῦ βαπτίσματος, ἁγιάσῃ διὰ τοῦ Πνεύματος, υἱοὺς ἀποφήνας Θεοῦ. Αὕτη τῆς τῶν ἁγίων θυμηδίας ἡ πρόφασις ἐπὶ τούτοις κελεύονται κροτεῖν, τουτέστιν εὐφραίνεσθαι.] [Τὰ ὄρη ἀγαλλιάσονται. Ὄρη φησὶν οὐ ταῦτα τὰ αἰσθητὰ καὶ ὁρώμενα, ἀλλὰ τὰς νοερὰς καὶ ὑψηλὰς δυνάμεις, ἤτοι τοὺς τὸν θεῖον θρόνον περιεστῶτας ἀγγέλους. Ὑψηλαὶ γοῦν εἰσιν αἱ ἀρεταί. Αὗται τοίνυν αἱ λογικαὶ καὶ ἀνωτάτω δυνάμεις χαίρουσι λίαν ἐπὶ τοῖς ἐν Χριστῷ διασεσωσμένοις· χαίρουσι δὲ δι' ἡμᾶς δοξολογοῦσαι τὸν σώσαντα.] ΨΑΛΜΟΣ ϟΗʹ. [Ὁ Κύριος ἐβασίλευσεν. Πεμπέτωσαν εἰκῆ τῆς ἑαυτῶν βασκανίας τὰ βέλη κατὰ Χριστοῦ, ἀρτυέτωσαν ἐπιβουλὰς οὐδὲν ἀδικῆσαι δυναμένας τὸν οὐδὲν εἰδότα παθεῖν.] [Κύριος ἐν Σιὼν μέγας. Οὐ παρὰ τῇ Σιὼν σωματικῇ μέγας ἦν ἢ ὑψηλὸς ὁ Σωτὴρ, παρὰ τῇ νοητῇ δὲ μᾶλλον, τουτέστι τῇ Ἐκκλησίᾳ· ἢν αὐτὸς ἑαυτῷ παρέστησε μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἁγίαν δὲ μᾶλλον καὶ ἄμωμον, κατὰ τὸ γεγραμμένον] [Οὐ γὰρ καθ' ἕνα τῶν ψευδωνύμων θεῶν γινωσκόμενος μὲν παρά τινων, ἀγνοούμενος δὲ παρ' ἑτέρων· ἀλλ' αὐτὸς ἐν οὐρανῷ μὲν δοξαζόμενος παρὰ τῶν ἄνω πνευμάτων, ἐπὶ γῆς δὲ προσκυνούμενος παρ' ἡμῶν. Ὑψηλὸς τοιγαροῦν ἐν δόξῃ καὶ τὸν ἑαυτοῦ φόβον ἐντιθεὶς τοῖς εἰδόσιν αὐτὸν, σωτηρία δὲ καὶ τοῦτο ψυχῆς.] [Ἐξομολογησάσθωσαν πάντες τῷ ὀνόματί σου. Αἱ τιμαὶ, φησὶ, τῶν βασιλέων ἀγαπῶσιν ἔχειν τὸ