Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1257
Not analysed yet
δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Ἀκολουθεῖ γὰρ πάντως τῇ τοῦ βασιλέως τιμῇ τὸ χρῆναι κρίνειν καὶ νομοθετεῖν. Ἤδη κριτής ἐστι καὶ νομοθέτης Θεὸς τοῦ παντός. Γέγραπται γάρ· «Ὅτι Θεὸς κριτής ἐστι.» Καὶ πάλιν· «Εἷς ἐστι νομοθέτης καὶ κριτής.» Καὶ, «Τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ.» Πρόσεστι δὲ τῷ Υἱῷ τὸ δύνασθαι κρίνειν καὶ νομοθετεῖν. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς· «Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.»] Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ. (B f. 396 b, H f. 450) Μέγα γὰρ καὶ ὑψηλὸν τὸ τῆς θεότητος ὄνομα, ἤγουν ἡ δόξα. Οὐ γάρ ἐστιν καθ' ἒν τῶν κτισμάτων ὁ τῶν ὅλων Δημιουργὸς, ἀπαραβλήτοις δὲ μᾶλλον ὑπεροχαῖς τὰ πάντα ὑπέρκειται. Ὅμοιον δὲ αὐτῷ κατὰ φύσιν οὐδὲν, πλὴν ὅτι μόνος ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ καὶ ὁμοούσιος αὐτῷ Θεὸς Λόγος, ὃς δοξολογεῖται γενόμενος ἄνθρωπος παρὰ τῶν Σεραφείμ. Αὐτὸς γάρ ἐστιν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· καὶ γὰρ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Μέγα δὴ οὖν καὶ τεθαυμασμένον τὸ τῆς θεότητος ὄνομα, εἴπερ αὐτῷ κάμπτει πᾶν γόνυ, προσκυνούσης δηλονότι τῆς κτίσεως, καὶ ταῖς θεοπρεπέσι τιμαῖς στεφανούσης αὐτόν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. (H f. 451 b) Τουτέστιν, Ὕψιστον εἶναι πιστεύετε τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, μηδὲν ταπεινὸν φρονήσαντες περὶ αὐτοῦ, καθάπερ ἀμέλει καὶ οἱ τάλανες Ἰουδαῖοι. [Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἆρ' οὖν καὶ πόδας τοιούτους ἔχει Θεὸς ἐπικειμένους τῷ ὑποποδίῳ; ἆρα καὶ χεῖρας καὶ ὀφθαλμούς; Μὴ τοῦτο ὑπολάβῃς. Σκευάζεται μὲν γὰρ ὁ ὑπ' αὐτῷ λόγος ὡς ἐκ τῶν καθ' ἡμᾶς καὶ ἐκ τῶν ἀνθρωπίνων πραγμάτων· νοεῖται δὲ τὰ ἐπ' αὐτῷ θεοπρεπῶς. Ἐπειδὴ τοίνυν ἔθος ἐστὶ τοῖς προσκυνοῦσι τοὺς ἐπὶ γῆς βασιλέας φιλεῖν τοὺς πόδας αὐτῶν, ἐκ τῆς παρὰ ἀνθρώποις συνηθείας ἐπὶ Θεοῦ τὸν λόγον ἀναφέρει λέγων ὁ Ψαλμωδός· «Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.»] [Ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ. Οὐκοῦν τετίμηκεν ὡς τιμήσαντας, ἠγάπησεν ὡς γνησίους οἰκέτας, ὡς τῶν αὐτοῦ θεσπισμάτων γεγονότας φύλακας. Οὐκοῦν οὐκ ἄμισθος ἡ ὑπακοὴ, μᾶλλον δὲ τῆς ἀνωτάτω τιμῆς πρόξενος διὰ τὸ εὐπειθὲς καὶ εὐάγωγον.] ΨΑΛΜΟΣ ϟΘʹ. [Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Τουτέστι, μὴ στυγνοὶ, μὴ κατηφεῖς, μηδὲ ὀκνηροὶ πρὸς ἀγαθουργίαν, πρόθυμοι δὲ μᾶλλον καὶ ἱλαροὶ καὶ