Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1265
Not analysed yet
ραν, τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Σκάφος οὖν ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλοτῆρας ἔχουσα τοὺς ἡγιασμένους· οἳ καὶ, διὰ τοῦ καταδέξασθαι τὴν πίστιν, συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστόν. Ἀλλὰ καὶ δεινὸς ἐσθότε χειμὼν καταῤῥήγνυται, καὶ μυρία περιστάσεων τοῦ ἁγίου σκάφους κατεξανίσταται κύματα, ἀναρίθμητοι δὲ φλογίζουσι πειρασμοὶ, καὶ μὴν καὶ πνευμάτων πονηρῶν ἀγριότης ἐγκατασκήψασα, πρὸς αὐτὸ καταφέρει τοῦ θανάτου τὸ δεῖμα· καὶ σύνεστι μὲν τοῖς ἑαυτοῦ γνωρίμοις Χριστὸς, διὰ δὲ τὸ πολλάκις ἐφεῖναι παθεῖν οἰκονομικῶς, ἀπομιμεῖσθαί πως δοκεῖ τὸν νυστάζοντα. Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλοτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ τὰ πράγματα βλέπῃ, τότε δὴ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; Ἐπιλανθάνῃ τῆς πτωχίας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν;» Ἀμελλητὶ γὰρ διαναστήσεται, καὶ πάντα μὲν ἐκ ποδῶν ποιήσει φόβον· ἐπιτιμήσει δὲ τοῖς πειράζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐδίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα. Περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ' αὐτῷ πεποιθότας.] Ζῶα μικρὰ μετὰ μεγάλων. (K f. 181 b) Καὶ τοῦτο τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλίσκεσθαι. [Δράκων οὗτος ὃν ἔπλασας. Καὶ οὐ δή πού φαμεν ὡς περὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ὁ λόγος ἦν αὐτῷ, οὔτε μὴν τὰς τῶν ἰχθύων διαφορὰς ὑπεμφαίνειν ἤθελεν, ἀλλ' οὐδὲ δράκοντά τινα σωματικόν τε καὶ αἰσθητὸν τοῖς τῆς θαλάσσης ὕδασι νηχόμενον, δηλοῖ δὲ, ὡς ἔφην, διά γε τούτων ἡμῖν τὴν ἐν τῷ τε βίῳ τύρβην, καὶ τῶν ἐν αὐτῷ τὸν ἐν σάλῳ βίον· καὶ μὴν καὶ δράκοντα τὸν ἀρχέκακον, τουτέστι τὸν Σατανᾶν, ὃς πάντας περίεισιν ἀνθρώπους, καὶ τὴν καθ' ἡμᾶς οἰκουμένην περινοστεῖ, ταῖς τῶν ἁγίων ἐπιβουλεύων ψυχαῖς.] Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. (B f. 420, E f. 216 b, K f. 182 b) Διαλογήν φησιν τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων Θεῷ διαλέγεται. Ἐκλείποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς. (B f. 420, H f. 508 b) Ἀλλ' ἐρεῖ τί τις πρὸς τοῦτο τυχόν· Ἆρ' οὖν ὁ μακάριος Προφήτης κατεύχεται cod. ποτ' εὔχεται] τῶν ὄντων ἐν ἁμαρτίαις; Ἆρα πάντας τοὺς ταῖς ἁμαρτίαις κατειλημμένους ἀπολέσθαι καὶ ἀφανισθῆναι βούλεται; Καί τοι μᾶλλον ἐχρῆν