Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.1268
Not analysed yet
ἅγιόν τε καὶ πνευματοφόρον ὑπερεύχεσθαι μᾶλλον τῶν ἠσθενηκότων. Καὶ μετ' ὀλίγα· Ἄκουε λοιπόν· ἐρῶ γὰρ διὰ βραχέων. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἅπαντες ἧμεν ἐν ἁμαρτίαις, κατεκράτει τῆς ὑπ' οὐρανὸν ὁ Σατανᾶς, οὐκ ἦν ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. Ἕλληνες μὲν γὰρ οἱ τῶν εἰδώλων προσκυνηταὶ, τοὺς τῆς ἐπιεικείας οὐκ ᾔδεισαν τρόπους, τῆς εὐζωΐας τὴν ὁδὸν οὐκ ἠπίσταντο, μᾶλλον δὲ οὐδὲ αὐτὸν ἐγίνωσκον ὅλως τὸν τῶν ὅλων Γενεσιουργὸν καὶ Σωτῆρα Χριστόν. Ἰουδαῖοι δὲ πάλιν εἶχον νόμον τὸν παιδαγωγὸν, ἀλλ' οὐκ ἦν ἐν νόμῳ δικαιωθῆναι τὸν ἄνθρωπον. Καὶ μετ' ὀλίγα· Οὐκοῦν ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ. Ἐπειδὴ δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλειψαν οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις. Πῶς ἢ τίνα τρόπον; Δεδικαίωκε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πεπλημμελημένων, ἐλευθέρους ἀπέφηνε καὶ διεσμηγμένους. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἐν ἁμαρτίαις, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι. ΨΑΛΜΟΣ ΡΔʹ. [Μὴ ἅψησθε τῶν χριστῶν μου. Καὶ γάρ ἐστι τῶν ἀτόπων ἐννοεῖν τοὺς μὲν λαμπροτέρους κατὰ τόνδε τὸν βίον πᾶσαν ἀπονέμοντας φροντίδα τοῖς γνησίοις οἰκέταις, καὶ τῆς καθηκούσης αὐτοῖς ἐπιμελείας ἀξιοῦν· τὸν δὲ δυνάμεων Κύριον, οὗ πάντα ἐστὶ πρὸς κατόρθωσιν εὐχερῆ, μηδένα ποιεῖσθαι λόγον τῶν ἀγαπώντων αὐτόν.] ΨΑΛΜΟΣ ΡΘʹ. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. (B f. 449 b, H. f. 557 b) Γέγονε γὰρ ἡμῖν ῥάβδος δυνάμεως ὁ Χριστὸς, ὅς ἐστιν ἐκ Σιὼν, τῆς ἄνωθεν δηλονότι. Διὰ τοῦτο καὶ ἐπουράνιος ὀνομάζεται. Οὐ γάρ ἐστι κατὰ τὸν πρῶτον Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ἀλλ' ἐξ οὐρανοῦ καὶ ἄνωθεν, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. [Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως. Ἡμέραν δυνάμεως τοῦ Θεοῦ λέγει καθ' ἢν ὅλην κρινεῖ τὴν οἰκουμένην, καὶ «ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ἥξει πάντως καὶ τότε αὐτός τε ὣν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως οἱονεί πως ἀρχὴν, κατὰ μόνον τὸ ἐξ οὗ· διὰ τὸ ὑπάρχειν ἐκ Πατρός.] ΨΑΛΜΟΣ ΡΙΓʹ. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. (C f. 252 b) Εἰ καὶ ποιοῦμεν ὁμοίωμα ἀνθρώπων θεοσεβῶν, οὐκ ἐπὶ τὸ προσκυνεῖν ὡς θεοῖς, ἀλλ' ἵνα, ὁρῶντες αὐτοὺς, εἰς ζῆλον αὐτῶν ἔλθωμεν· εἰ δὲ ποιοῦμεν ὁμοίωμα τοῦ Χριστοῦ, ἵνα ἡ διάνοια ἡμῶν πρὸς τὸν πόθον αὐτοῦ ἀναπτερωθῇ. Οὐ γὰρ εἰκόνι