Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.745
Not analysed yet
σθαι, διὰ τοῦ φάναι τὸν Ψάλλοντα ταραχὴν ὑπομεῖναι τὰ ὀστᾶ αὐτοῦ. Ἔκτισε μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ὁ Θεός· ἐπεὶ δὲ τὴν δοθεῖσαν πεπάτηκεν ἐντολὴν ὁ προπάτωρ Ἀδὰμ καὶ παρώλισθεν εἰς παράβασιν, ἐπάρατος ἦν εὐθύς. Εἴρηται γὰρ πρὸς αὐτόν· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Τεταράχθαι τοίνυν καὶ κατὰ τοῦτον οἶμαι τὸν τρόπον τὰ πάντων ὀστᾶ, ἅτε δὴ λυθείσης εἰς θάνατον τῆς σαρκός· εἰσέδραμον γὰρ καὶ αὐτὴν τὴν ψυχὴν θόρυβοί τε καὶ πτοῖαι, καὶ ἡ τῶν παθῶν τυραννίς. Φθαρτοῦ γὰρ ἅπαξ γεγονότος τοῦ σώματος, τὰ τῆς φθορᾶς ἐν αὐτῷ βεβλάστηκε πάθη, καὶ ὁ τῆς ἁμαρτίας εἰσέδυ νόμος, ὁ ἐν τοῖς μέλεσι τῆς σαρκὸς, ὁ ἀντιστρατευόμενος καὶ αἰχμαλωτίζων τὸν νοῦν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων. Γέγονε τοίνυν ἴασις τῇ ἀνθρώπου φύσει, τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως ἡ δύναμις ἔπαυσε γὰρ τὴν φθορὰν, συνήγαγε τὰ πάντων ὀστᾶ κατεσκεδασμένα· πτοίας καὶ θορύβου παντὸς καὶ δειμάτων καὶ προσέτι παθῶν καὶ πλεονεξίας διαβολικῆς ἐλευθέραν ἀπέφηνε τὴν ἀνθρώπου φύσιν. Καὶ σὺ, Κύριε, ἕως πότε; (A f. 35 b) Μᾶλλον δὲ εἰ χρή τι καὶ μυστικώτερον εἰπεῖν, οὐκ ἐπιτιμᾷ τοῖς τοῦ Θεοῦ κρίμασιν ὁ προφήτης, οὔτε μὴν ὡς μέλλοντα καὶ ἀναδυόμενον τὴν ἐπικουρίαν καταιτιᾶται τὸν τῶν ὅλων Δεσπότην, περιεργάζεται δὲ μᾶλλον τὸν τῆς ἐπιδημίας καιρὸν τοῦ εἰς τέλος ἐγηγερμένου Χριστοῦ κατὰ τὴν ὀγδόην. Πότε γὰρ, φησὶν, ἐλεύσῃ ὁ διὰ τῆς ἀναστάσεώς σου τὴν ἴασιν ἡμῖν χαρισόμενος; Ἔστι δὲ τὸ ἕως πότε καὶ τῆς χρονίας μετανοίας παραστατικόν. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. (A f. 36, B f. 24, E f. 11) Ὁ γὰρ ἅπαξ τοῖς τοῦ θανάτου βρόχοις ἁλοὺς, ἀπρακτήσει ἂν πρὸς πᾶσαν ἀρετήν. «Οὐκ ἔστιν, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου,» τουτέστιν ὁ τὰς ἐντολὰς τηρῆσαι δυνάμενος, τῆς βοηθείας τοῦ πνεύματος μὴ συμπαρούσης. [Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Τὸ Ἐκοπίασα φησὶν ἀντὶ τοῦ Κοπιάσω. Ἔσται δὲ τοῦτο σαφὲς διά γε τῶν ἐφεξῆς κειμένων. Οὐ γὰρ Ἔλουσα τὴν κλίνην μου, φησὶν, ἀλλ' οὐδὲ Ἔβρεξα τὴν στρωμνήν μου, ἀλλ' ἐπ' ἀμφοῖν τὸ Λούσω, καὶ Βρέξω φησίν. Ὑπισχνεῖται γὰρ ἔσεσθαί τις φιλοπονώτατος, καὶ τὸν ἀνειμένον καὶ ἄφετον οὐκ ἀγαπήσειν βίον.] (A f. 87) Διδάσκει δὲ καὶ ἡμᾶς ὅτι τοὺς εὐαρεστεῖν ἐθέλοντας τῷ Θεῷ, οὐκ ἀργίας καιρὸν ὕπνου τε καὶ ῥᾳθυμίας ἡγεῖσθαι προσήκει τὰ τῶν νυκτῶν διαστήματα (κτηνοπρεπὲς γὰρ τοῦτο καὶ ἀλογώτατον), πόνου δὲ μᾶλλον καὶ ἀϋπνίας τῆς ἐπ' ἀγαθοῖς. Ἄριστον γὰρ τὸ ἐν ἡσυχίαις μάλιστα καὶ κατὰ μόνας μονονουχὶ Θεῷ διαλέγεσθαι διὰ συχνῆς προσευχῆς, καὶ ἐφ' οἶς μὲν ἤδη κατεγνώσμεθα, συγγνώμην