Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.748
Not analysed yet
αἰτεῖν· τὰ δὲ ψυχωφελῆ ζητεῖν παρ' αὐτοῦ, καὶ ᾠδὴν αὐτὸν καὶ μέλος ποιεῖσθαι. Ἐταράχθη ἐν θυμῷ [in marg. γρ. ἀπὸ θυμοῦ] ὁ ὀφθαλμός μου. (A f. 37 b) Τάχα δὲ ὑπονοστεῖ ὁ Προφήτης πρὸς ἀνάμνησιν τῶν τῇ ἀνθρώπου φύσει συμβεβηκότων διὰ τὸ προσκροῦσαι Θεῷ τὴν τοῦ γένους ἀρχὴν, τουτέστι τὸν Ἀδάμ. Πρὶν μὲν γὰρ ὀλιγωρῆσαι τῆς θείας ἐντολῆς, καθαρὸν εἶχε τὸν ὀφθαλμὸν, θεοπτίας ἔμπλεων καὶ ἐννοιῶν ἀγαθῶν, καὶ ἦν ἀθώλοτος, ἕτι τῷ θείῳ φωτὶ καταλαμπόμενος. Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου. (A f. 38) Ἐξηγεῖται δὲ τίνα τρόπον εἰς πέρας ἐκβέβηκε τὰ τῆς εὐθυμίας αὐτῷ· εἰσηκοῦσθαι γάρ φησι τὴν φωνὴν τοῦ κλαυθμοῦ αὐτοῦ, δεκτήν τε γενέσθαι τὴν προσευχήν. Φωνὴν δέ φησιν, οὐχὶ πάντως τὴν διὰ χειλέων, ἐκείνην δὲ μᾶλλον τὴν ἐκ πραγμάτων μονονουχὶ πρὸς Θεὸν πεμπομένην. Ὥσπερ γάρ ἐστιν ἁμαρτίας φωνὴ, κατὰ τὸ εἰρημένον πρὸς Κάϊν, «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με,» οὕτω καὶ μετανοίας ἐστὶ φωνὴ, ἧς ἀκούει Θεός. Καὶ οὐ δήπου φαίη τις ἂν, ὅτι φωνὴν ἔντονον αἰτεῖ, οὐ γὰρ οὕτω προσεύχεσθαι προστετάγμεθα. Κραυγὴν δὲ πάλιν ἐν τούτοις φησὶ τὴν ἐκ πόνου λιτὴν, ᾗ κεχρῆσθαι τοὺς ἁγίους ἔθος. Αἰσχυνθείησαν καὶ ταραχθείησαν. (A f. 38 b) Καὶ οἱ τῆς κακίας δὲ εὑρεταὶ καὶ διδάσκαλοι δαίμονες ἀποστρέφονται καὶ ὀπίσω πίπτουσιν, ἀφόρητον ὑπομένοντες τὴν τροπήν· πρῶτον μὲν διὰ τὴν παρὰ τοῦ σώζοντος Θεοῦ ἀντίλεξιν, ἔπειτα δὲ διὰ τὸ θέλειν ἡμᾶς ἀπανίστασθαι μὲν τῶν ἀρχαίων ἀῤῥωστημάτων, μεταφοιτᾷν δὲ νεανικῶς εἰς τὸ κατευμεγεθεῖν ἁπάσης φιλοσαρκίας, καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης οὐδένα ποιεῖσθαι λόγον, εἰς μόνα δὲ βλέπειν τὰ ἀρέσκοντα Θεῷ, καὶ ἐπ' αὐτὰ τρέχειν ἀμεταστρεπτί. Ἀνδριζομένοις γὰρ οὕτω συνέσται Χριστὸς ὁ πάντων ἡμῖν τῶν ἀγαθῶν καὶ δοτὴρ καὶ πρύτανις. ΨΑΛΜΟΣ Ζʹ. Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 39 b) Σὺ δέ μοι ὅρα, ὅτι σε τοσαύταις ἐγγυμνασθέντα νίκαις, πάλιν ἀπολύει πρὸς ἑτέρους ἀγῶνας ὁ λόγος, πάλιν ἀλείφει τῇ τῶν πειρασμῶν προσβολῇ. Ὁ αὐτὸς γὰρ πολέμιος, ὁ Ἀβεσσαλὼμ ἐκεῖνος, ὥσπερ ἀναγεννηθεὶς ἐξ ἡμῶν, τὸν καθ' ἡμῶν ἐξαρτύεται πόλεμον· ὃν ἀνατρέπει φονῶντα καθ' ἡμῶν ἡ ἡμετέρα περὶ τοῦ πράγματος εὐβουλία· μᾶλλον δὲ ἡ παρὰ τοῦ Θεοῦ συμμαχία. Ἥ γε μὴν σώζουσα ἡμᾶς γνώμη, ἀγχόνη γίνεται τοῦ ἀντικειμένου· αὕτη δέ ἐστιν, τὸ ἴσον εἰς κακίαν ἡγεῖσθαι, ἄρχειν τε ἀδικίας καὶ ἀμύνεσθαι τὸν κατάρξαντα. Ὁριστὴς γὰρ τῆς καθ' ἑαυτοῦ τιμωρίας ὁ Δαβὶδ γίνεται, εἰ