Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.764
Not analysed yet
τὸ γὰρ χαίρειν ἐπὶ Θεῷ καὶ εὐφραίνεσθαι διαδείκνυσι σαφῶς, ὅτι ὁ νοῦς τῶν ἐπὶ Θεῷ εὐφραινομένων ἔξω γέγονε τοῦ θέλειν ἐφήδεσθαι τοῖς κατὰ τόνδε τὸν βίον πράγμασιν, ἃ ματαιότητα καὶ μανίας ψευδεῖς εἴποι ἄν τις. Εὐφραίνεται δὲ νοῦς ἐπὶ Θεῷ, φιλάρετος ὢν, καὶ τῆς παρ' αὐτοῦ δόξης ἐραστὴς, καὶ τῶν θαυμασίων τῶν παραδόξων αὐτοῦ θεωρὸς γεγονώς. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. (A f. 60) Ἐπειδὴ δὲ δεδώκαμεν τοὺς ἐξ ἐθνῶν πιστεύσαντας ποιεῖσθαι τὴν ἐξομολόγησιν, ὅταν ἀκούσωμεν λεγόντων αὐτῶν, «Εὐφρανθήσομαι ἐν σοὶ,» καὶ τὰ ἑξῆς, νοοῦμεν ὅτι πρέποι ἂν τοῖς ἤδη πιστεύσασι καὶ πεφωτισμένοις καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν ἡ φωνὴ αὕτη. Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. (A f. 60 b) Κατὰ δὲ ἀναγωγὴν, πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ὅς ἐστιν εἰκὼν αὐτοῦ ἀπαράλλακτος· ἠσθένησαν δὲ ἀπ' αὐτοῦ πάντες οἱ τῆς αὐτοῦ δόξης ἐχθροὶ, τουτέστιν ὁ Σατανᾶς καὶ αἱ σὺν αὐτῷ δυνάμεις. Πρὸ μὲν γὰρ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, δυσάντητος ἦν καὶ ὅλης κατεθρασύνετο τῆς ὑπ' οὐρανὸν, λέγων· «Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ.» Ἐπειδὴ δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν ὁ Μονογενὴς γέγονεν ἄνθρωπος, ἠσθένησεν ὁ ἐχθρός· πεπτώκασιν αἱ δυνάμεις αἱ δειναὶ καὶ ἀφόρητοι, καὶ γεγόνασιν ὑπὸ πόδας ἁγίων. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην. (A f. 61) Ἐπεξεργάζεται προθύμως ὅπερ ἔφη, καὶ διδάσκει σαφῶς ὅ τι ἂν βούλοιτο δηλοῦν τὸ, ὅτι «Ἐποίησας τὴν δίκην μου.» Καθίσαι γὰρ αὐτὸν ἐπὶ θρόνου φησὶν, ἀνθρωπινώτερον φθεγγόμενος, καὶ ὡς ἐξ ὁμοιότητος τῶν καθ' ἡμᾶς πραγμάτων διαπλάττων τὰ νοητά. Οἱ γὰρ βασιλεῖς ὅταν ἀκούσωσιν, ὅτι κάμνουσιν ἢ πόλεις ἢ χῶραι ἐκ βαρβαρικῆς ἐπιδρομῆς ἢ τυραννικῆς ἀπονοίας, ἐπὶ τοὺς τῆς βασιλείας ἀναπηδῶσι θώκους, οἷον δικάζοντες τοῖς τετολμημένοις, καὶ ψῆφον ἐκφέρουσι κατὰ τῶν ἠδικηκότων, καὶ τοὺς μὲν κακοὺς κακῶς ἀπολέσθαι προστάσσουσι, σώζουσι δὲ τοὺς ἠδικημένους· οὕτω καὶ ὁ Σωτὴρ ἐκάθισεν ἐπὶ θρόνου, καὶ οὐχ ἵδρυσίν τινα ἐν τούτοις δηλοῖ τὸ, ἐκάθισεν, ἀλλ' οἷον ἐξουσίας ἐπίδειξιν, καὶ δικαστικῆς λαμπρότητος δόξαν· ὡς εἶναι τὸ, Ἐκάθισας, ἀντὶ τοῦ, Ἐδίκασας, ἐπεξῆλθες, ἤμυνας. (A f. 61) Ἔοικε δὲ ἐν τούτοις ὁ Ψάλλων διὰ μὲν τοῦ, Ἐκάθισας, τὴν εἰς τὸ κρίνειν ἐπισκοπὴν δηλοῦν τοῦ Θεοῦ· Ἔθνη δὲ τὰς τῶν πονηρῶν δαιμόνων ἀγέλας ἀποκαλεῖν ἀναγωγικῶς, αἳ διεμοιράσαντο τὴν ὑπ' οὐρανὸν, εἰς πολυειδῆ καὶ πολύτροπον ἀποφέρουσαι πλάνην καὶ ἁμαρτίαν· ἀσεβῆ δὲ ἀπολλύμενον ἢ καθόλου πάντα τοιοῦτον, ἢ καὶ αὐτὸν τὸν διάβολον. Ἵνα δὲ μάθῃς τοῦ Θεοῦ τὴν ἰσχὺν, ἄκουε τῶν ἑξῆς·