Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.765
Not analysed yet
Τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα. (B f. 35) Οὐ μόνον, φησὶν, ἠσθένησαν καὶ ἀπολώλασιν ἐπιτιμηθέντες οἱ δυσμενεῖς, ἀλλὰ γὰρ καὶ ἐξηλείφθη τὸ ὄνομα αὐτῶν. Ὄνομα δέ φησιν ἐν τούτοις οὐχ ἁπλῶς τὴν κλῆσιν, ἐπεὶ μηδὲ τοῦτο γέγονεν (μεμνήμεθα γὰρ εἰς δεῦρο καὶ τοῦ Σατανᾶ καὶ τῶν σὺν αὐτῷ δαιμονίων ἀκαθάρτων)· δηλοῖ δὲ τὴν δόξαν. Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος. (A f. 61 b) Ἐξέλιπον καὶ τοῦ διαβόλου αἱ ῥομφαῖαι εἰς τέλος, ὅ ἐστι παντελῶς· αὗται δὲ εἶεν ἂν ἤτοι αἱ ἀντικείμεναι δυνάμεις, δι' ὧν ἦν ἰσχυρός· ἢ τὰ καθ' ἡμῶν τυραννήσαντα πάθη, δι' ὧν ἐχειροῦτο τοὺς ἐπὶ τῆς γῆς, καὶ τραυματίας ἀποφαίνων, τοῖς ἰδίοις ὑπετίθει ζυγοῖς· ἢ τῆς ἐνούσης αὐτῷ δυστροπίας τὰ εὑρήματα, καὶ αἱ πολύτροποι μηχαναὶ, ἂς ἐπ' ὀλέθρῳ τῶν ἀνθρωπίνων ψυχῶν εἰργάσατο. Πᾶν γὰρ εἶδος αἰσχρᾶς ἡδονῆς καὶ τῶν ἑτέρων ἁμαρτιῶν, μαχαίρας εἶναί φαμεν διαβολικὰς, ἤτοι βέλη τῶν ἀκαθάρτων πνευμάτων, δι' ὧν καρδίαν κατατοξεύουσι καὶ κατανεκροῦσιν εἰς ἁμαρτίαν, ἀλλ' ἐκλελοίπασιν αἱ ῥομφαῖαι· ἐνεδυσάμεθα γὰρ καὶ ἡμεῖς τὴν πανοπλίαν τοῦ Θεοῦ, δι' ἧς αὐτὰς ἀπημβλύναμεν. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. (B f. 35. b) Οὐκοῦν ὁ ἀεὶ βασιλεὺς Χριστὸς ὡς Θεὸς βεβασίλευκε καὶ τῶν ἐθνῶν, καὶ αὐτοὺς ὑποθεὶς τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Τοῦτο γάρ ἐστι τὸ, ἐν κρίσει τὸν ἑαυτοῦ θρόνον ἑτοιμάσαι, καὶ κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι. Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. (A f. 62 b) Ἐπεὶ δὲ ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, τὸ κρίνειν ἀντὶ τοῦ δικάζειν λαμβάνειν, ἢ ἀντὶ τοῦ καθηγεῖσθαι καὶ προεστάναι πόλεων ἢ χωρῶν, κατὰ τὸ, «Παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν,» ῥητέον ὅτι ἐξαλειφθέντος εἰς τὸν αἰῶνα τοῦ ὀνόματος τῶν ἐθνῶν, καὶ εἰς ἄπαν ἀνῃρημένης ἀρχῆς ἁπάσης καὶ ἐξουσίας διαβολικῆς ἐν δικαιοσύνῃ, κατάρξει καὶ κατακυριεύσει Χριστός. Ὁ γάρ τοι θρόνος, τὴν βασιλείαν ὑποδηλοῖ, ἤτις, οὐδενὸς ἀνθεστηκότος, ἑτοιμοτάτη τις ἔσται, τουτέστιν ἀδιακωλύτως ἐκλάμπουσα, καὶ κατακρατοῦσα τῶν ὅλων. Δικάσει γὰρ ὁ Χριστὸς ἐν δικαιοσύνῃ, καὶ κατάρξει λαῶν τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην· βεβασίλευκε γὰρ τῆς ὑπ' οὐρανόν. Νοήσεις δὲ τοὺς στίχους καὶ οὕτως· ὅτι ὁ τὴν τοῦ διαβόλου τυραννίδα καθελὼν, καὶ τῆς ἐκείνου σκαιότητος ὅλην ἀπαλλάξας τὴν ὑπ' οὐρανὸν, αὐτὸς ἥξει κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ δεῖ πάντας ἡμᾶς φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι. (C f. 16 b) Ποίῳ φησὶ πένητι; Τῷ ἑκουσίως πενομένῳ καὶ διὰ τὸν Θεόν. Ἀντὶ γὰρ τῆς ἑκουσίου πενίας τούτῳ τὸν ἑαυτοῦ πλοῦτον ὁ Θεὸς χαρίζεται, καὶ ἐν τῷ τῆς θλίψεως καιρῷ ῥύστης καὶ βοηθὸς αὐτοῦ εὑρίσκεται.