Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.772
Not analysed yet
πλημμελοῦντος τὸ ἀπηνὲς καταγγέλλουσα, καὶ διανιστῶσα πρὸς ἐπικουρίαν τὸν ἐπαμῦναι δυνάμενον. Κατεβόησε γοῦν τοῦ Κάϊν τὸ αἷμα τοῦ ὑπ' αὐτοῦ ἀναιρεθέντος. «Φωνὴ γὰρ, φησὶν, αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με.» Δέδωκε δὲ καὶ ὁ θεῖος παῦλος φωνὴν τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ· κρεῖττον γὰρ ἔφη λαλεῖν αὐτὸ παρὰ τὸ Ἄβελ· τὸ μὲν γὰρ κατέκρινε τὸν φονευτὴν, καὶ οἷα κατηγοροῦσαν ἠφίει φωνὴν, τὸ δὲ γέγονε τῷ κόσμῳ σωτήριον, καὶ πλημμελημάτων ἄφεσιν ἐκάλεσεν ἐπ' αὐτόν. Καθαρίζει γὰρ ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας τὸ αἷμα Χριστοῦ, καθὰ γέγραπται. Οὐκοῦν ἡ ἀπώλεια τῶν ἐθνῶν, ἤγουν τὰ αἵματα αὐτῶν τὰ ζητηθέντα παρὰ Θεοῦ, κραυγῆς δύναμιν ἀπετέλεσε, καὶ κέκληκε τὸν τῶν ὅλων Δημιουργὸν εἰς ὀργὰς τὰς κατὰ τῶν ἀνῃρηκότων. Ὥσπερ γὰρ τὸ αἷμα τοῦ Ἄβελ βοῆσαι λέγεται πρὸς τὸν Θεὸν, οὐκ αὐτό που πάντως ἰδίαν ἔχον φωνὴν, ἀλλ' οἱονεὶ τὴν τοῦ πράγματος ἀτοπίαν κατεστυγηκότος Θεοῦ· οὕτω νοήσει τις καὶ ἐπὶ τῶν προσκυνούντων τοῖς δαίμοσιν. Εἰ γὰρ οὐκ ἴσασι τὸν τῶν ὅλων Θεὸν, καὶ διὰ τοῦτο οὐδὲ ἐβόησαν πρὸς αὐτὸν, ἀλλ' ὅτι πεπλεονέκτηνται παρὰ τοῦ Σατανᾶ, δι' αὐτοῦ τρόπον τινὰ τοῦ πράγματος ἀνακεκράγασι, τὴν ἐφ' ἑαυτοῖς πάντως αἰτοῦντες ἐπικουρίαν. Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου. (A f. 66) Κατὰ δὲ ἀναγωγὴν, μνημονεύσας ὁ Ψαλμῳδὸς πενήτων κραυγῆς ἧς οὐκ ἐπελάθετο ὁ Θεὸς, εἰσεκόμισεν εὐθέως ὁποία γέγονεν ἡ κραυγὴ παρὰ τῶν πενήτων ἐθνῶν. Οἷον γὰρ ἤδη πεφωτισμένοι καὶ ἀνανήψαντες, καὶ τῆς τῶν δαιμόνων κατεγνωκότες ἀπάτης, καὶ ἐν ἐπιγνώσει γεγονότες τῆς αὐτῶν ἐπιβουλῆς, ὡς καὶ ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ τοὺς πάλαι προσκυνουμένους, παρακαλοῦσι τῆς ἄνωθεν ἐπικουρίας τυχεῖν, καί φασι τεταπεινῶσθαι, οὐχ ὑπὸ τῆς ἑαυτῶν φύσεως (ἐπὶ ἀφθαρσίᾳ γὰρ ἔκτισεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐπὶ ἔργοις ἀγαθοῖς), ἀλλ' ἐκ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς. Φθόνῳ γὰρ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἀλλ', ὦ Δέσποτα, φησὶν, ἐλέησόν με· σὺ γὰρ, ὁ ὑψῶσαι δυνάμενος ἐκ τῶν πυλῶν τοῦ θανάτου τοὺς ἁλόντας αὐταῖς. Πύλαι δὲ θανάτου, αἱ πονηραὶ δυνάμεις, κατακομίζουσαι εἰς πυθμένα θανάτου τοὺς ὑπ' αὐτοῖς γεγονότας, καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, ἐξ ὧν τοὺς ἐνειλημμένους ἐξαιρεῖται Θεός. Θυγατέρα δὲ Σιὼν, τῆς ἐν οὐρανοῖς ἤτοι τῆς τῶν πρωτοτόκων Ἐκκλησίας τὴν ἐπὶ γῆς ὀνομάζουσι· πεποίηται γὰρ ὡς πρὸς ἐκείνην. «Ὅρα γὰρ, φησὶ ἡ Γραφὴ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·» τύπος γὰρ ἦν Ἐκκλησίας, ἡ σκηνή. Ἐν ταύτῃ τοίνυν γεγονὼς τῇ Σιὼν, φησὶν, μελῳδήσω σοι, τὰς αἰνέσεις ἐξαγγελῶ καὶ πάσας ἀπαραλείπτως, ὡς μηδένα τρόπον ἐλλεῖψαι δοξολογίας. Ἐοίκασι δὲ διὰ τούτου δηλοῦν, ὡς οὐχὶ τοῖς ἔξω τῶν Ἐκκλησιῶν, ἀλλὰ τοῖς ἐν αὐταῖς εἰσελαύνουσι διὰ τῆς πίστεως, πρέπει τὸ δοξολογεῖν· «Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρ-