Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.773
Not analysed yet
τωλοῦ.» Καὶ πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Φασὶν οὖν οἱ ἐξ ἐθνῶν, ὅτι Διὰ τοῦτο ἐγείρεις ἡμᾶς ἐκ τῆς ταπεινώσεως, ἵνα ἐν τῇ ἐπουρανίῳ Σιὼν χορεύσωμεν. [Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Πύλαι θανάτου κατὰ Διαφόρους ἂν νοοῖντο τρόπους. Καὶ γὰρ καὶ αὐτὸς ὁ δράκων ὁ ἀποστάτης, ὁ φαυλότητος ἁπάσης εὑρετὴς, καὶ αἱ σὺν αὐτῷ δυνάμεις πονηραὶ, λέγοιντο ἂν οὐκ ἀπεικότως θανάτου πύλαι· κατακομίζουσι γὰρ εἰς πέταυρον ᾅδου, καὶ εἰς πυθμένα θανάτου, τοὺς ὑπ' αὐτοὺς γεγονότας. Νοηθεῖεν δὲ ἂν θανάτου πύλαι καὶ αἱ πολυειδεῖς ἁμαρτίαι, καὶ μὴν καὶ οἱ παρ' Ἕλλησιν σοφοὶ, συνασπίζοντες τῇ πλάνῃ, καὶ τῆς εἰδωλολατρείας τὸ ἀκαλλὲς ταῖς ἑαυτῶν εὐγλωττίαις ἐξωραΐζειν σπουδάζοντες.] Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου. (A f. 66 b) Κατὰ δὲ ἀναγωγὴν, ἀσμενίζουσι τὴν οἰκονομίαν οἱ ἐξ ἐθνῶν, ἢν ἐν Χριστῷ πεποίηκεν ὁ Θεὸς καὶ Πατὴρ, Σωτῆρα καὶ Λυτρωτὴν ἀναδείξας αὐτὸν τῷ κόσμῳ παντί· εὐδόκησε γὰρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὐκοῦν προσιέντες τὴν πίστιν, ὡς εἰσκομίζειν ἰσχύουσαν ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. Σωτήριον δὲ πανταχοῦ ἡ Γραφὴ τὸν Χριστὸν ὀνομάζει. ᾌδεται γοῦν ὡς ἐκ προσώπου τινῶν δεδιψηκότων ἰδεῖν τὴν ἐπιφάνειαν αὐτοῦ· «Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.» Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν. (A f. 66 b) Κατὰ δὲ ἀναγωγὴν, ἔθνη χρὴ λέγειν τὴν ἀκάθαρτον τῶν δαιμόνων πληθὺν, οἳ κατεσκεύασαν μὲν τῷ Σωτῆρι, καθάπερ ᾠήθησαν, τὴν ἐπὶ τῷ θανάτῳ διαφθοράν. Ἐστρατήγησαν αὐτοὶ ταῖς Ἰουδαίων μανίαις, στήσαντες ὑπουργὸν τὸν κλεπτίστατον μαθητήν· ἐνεπάγησαν δὲ αὐτοὶ μᾶλλον, ἤπερ ὁ τὴν παρ' αὐτῶν ὑπομείνας ἐπιβουλήν. Ἐξεπρίατο γὰρ τῷ ἰδίῳ αἵματι τὴν ὑπ' οὐρανὸν, καὶ τῆς τοῦ διαβόλου σκαιότητος ἠλευθέρωσεν. Ἔφη γὰρ τὸν τῷ κόσμῳ σωτήριον μέλλων ὑπομεῖναι σταυρόν· «Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται·» Καὶ, «Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ οἱ διῶκται δὲ ταῦτα πεπόνθασιν, ἃ τοῖς πολλοῖς ἐξήρτυσαν. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ. (A f. 67, C f. 18) Κατὰ δὲ ἀναγωγὴν, ὀρθοῦ κρίματος γεγονότος, καὶ κολάσεως ἐπενηνεγμένης τοῖς ἀνόσια πεπλημμεληκόσιν, ἐπιγινώσκεται ὁ Κύριος παρὰ τῶν πιστευσάντων εἰς αὐτὸν, ὡς ὑπάρχων δίκαιος, ὅσιός τε καὶ δυνατός· ἐν γὰρ τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Τοῦτο δὲ διχῆ νοητέον· ἢ γὰρ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ καθάπερ εἴς τινα παγίδα ἐμπεσὼν ὁ ἁμαρτωλὸς, τὰς τῆς δυσσε-