Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.784
Not analysed yet
τρίβουσι γὰρ αἱ τῶν ἀνοσίων φωναὶ τὰς τῶν ἁπλουστέρων καρδίας, διὰ δόλου καὶ ἀπάτης, ἀποφέρουσαι πλειστάκις ἐφ' ἃ μὴ θέμις. Ἐπάρατον δὲ μάλιστα τοῦ Σατανᾶ τὸ δολερὸν καὶ ἀπατηλόν· ἀποφέρει γὰρ οὕτως εἰς τὸ πλημμελὲς, ψιθυρίζων ὁ πονηρὸς εἰς νοῦν καὶ καρδίαν, καὶ συναγορεύων ἀεὶ τῷ κακῷ, καὶ τὸ πικρὸν γλυκὺ λέγων αὐτός τε καὶ οἱ μιμηταὶ τῆς αὐτοῦ σκαιότητος· ἔργον γὰρ αὐτοῖς τὸ ὑποσκελίζειν ἀγαθοὺς καὶ ἀποκτείνειν ἀθώους· ἐνεδρεύοντας ἐν ἀποκρύφοις, τουτέστι κρύπτοντας τὴν πονηρίαν, καὶ οἷς ἂν δύνωνται τρόποις κατασκιάζοντας τὸ κακόν. Οἱ γὰρ ἀπατῶντες τοὺς ὀρθοποδοῦντας, ὑποπλάττονται πολλάκις εἶναι χρηστοί· εἶτα κολλώμενοι ἐπιπλέκουσι τὸν τῆς ἀπάτης ἰὸν, καὶ κατὰ βραχὺ παρακλέπτουσι τῶν ἀκεραίων τὸν νοῦν, ἀποφέροντες αὐτοὺς εἰς τὰ οἰκεῖα. Πλὴν τοῦτο δρῶσιν, οὐ κατὰ πάντων ἀδιακρίτως, κατ' ἐκείνων δὲ μᾶλλον οἷς πτωχός ἐστι νοῦς, τὸν ἐκ φρονήσεως δηλονότι πλοῦτον οὐκ ἔχων. Τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ, «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι.» Ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ. (C f. 19 b.) Τὸν γὰρ ἐν ἀρετῇ ζῶντα κἂν ἑλκύσῃ αὐτὸν πρὸς μικρὸν, ὅμως εἰς τέλος νήψαντος καὶ ἀποστάντος οὐ περιγίνεται· τὸν δὲ πτωχὸν τῇ ἀρετῇ καὶ ἀσύνετον ὅταν ἑλκῦσαι φθάσῃ, εἰς τὸ σπήλαιον τῆς κακίας λαβὼν μασᾶται, καθάπερ λέων ἐν ἀποκρύφῳ πρόβατον. (A f. 71 b, B f. 39 b.) Τί δὲ βούλεται τὸ ἐνεδρεύει ὡς λέων; Φασὶν γὰρ ἐν τοῖς ὄρεσι τὸν λέοντα ἐν ταῖς οἰκείαις μάνδραις ἠρεμεῖν, καὶ οἷον κατακρύπτεσθαι, μὴ ἄρα πως τῇ θέᾳ καταπτοήσῃ τι τῶν ἑτέρων ζώων, ἃ δὴ ποιεῖται τροφήν· ἐπ' ἂν δὲ ἴδῃ τὸ γεγονὸς ἐγγὺς, ἀναπηδήσας εὐθὺς καταβρυχᾶται μέγα, καὶ καταβροντήσας ἀφορήτως ἐπιπηδᾷ, καὶ ἁρπάζει τὸ παρατυχὸν, προαπονευρώσας τοῖς δείμασι. «Λέων γὰρ ἐρεύξεται, φησὶ, καὶ τίς οὐ φοβηθήσεται; Λέοντι τοίνυν παραπλησίως ὁ Σατανᾶς ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν· δέδιε γὰρ τοῦ πλουτοῦντος κατ' ἀρετὴν τὴν ἀντίστασιν· τοὺς δὲ ἐν ἐνδείᾳ φρενῶν καὶ πνευματικῆς ἰσχύος, ἑτοιμότατα λαβὼν, γλυκὺ ποιεῖται τὸ θήραμα. Πλεῖσται δὲ λίαν αἱ τοῦ διαβόλου παγίδες, καὶ πρός γε τῶν ἄλλων, τὸ μὴ εἰδέναι τὸν φύσει Θεόν. Τὸ δὲ «Κύψει καὶ πεσεῖται,» διχῆ νοητέον. Ἤτοι γὰρ ἐν τῷ κατακυριεῦσαι τὸν ἀσεβῆ τῶν πενήτων, πᾶς ὁ τοῦτο πεπονθὼς, ὑπὸ τὴν ἐκείνου χεῖρα καὶ τυραννίδα γεγονὼς, κύψει καὶ πεσεῖται· τουτέστι ταπεινωθήσεται, καὶ οἷον ἐν γῇ κείσεται, τοῖς ἐν πολέμῳ τεθνεῶσι προσεοικώς. Ἢ αὐτὸς ὁ ἀσεβὴς ἐπειδὰν κυριεύσῃ τῶν πτωχῶν, τουτέστι τῶν ἀσθενῶν, πεσεῖται· ὥσπερ οὖν καὶ ὁ Σατανᾶς, ὅτε κεκυρίευκε τῶν πενήτων, τότε τεταπείνωται. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεός. (L f. 72.) ᾨήθη δὲ καὶ ὁ Σατανᾶς ὅτι κατακυριεύσει τῶν πενήτων, οὐκ ἐφορῶντος ἔτι τοῦ Θεοῦ τὴν γῆν, ἀλλ' ἅπαν ἀποστρεφομένου, καὶ μὴ κηδομένου τοὺς ἐν αὐτῇ.