Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.785
Not analysed yet
Ὑψωθήτω ἡ χείρ σου. (A f. 72, B f. 40:) Καταπαιέτω ἡ χείρ σου, φησὶ, καὶ ὑψούσθω λοιπὸν, ἐπιφέρουσα τοῖς πλημμελοῦσι τὴν μάστιγα, κατά γε τὸ εἰρημένον διὰ τῆς Ἡσαΐου φωνῆς· «Ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή·» αἴρεται γὰρ ἀεί πως ὑψοῦ τῶν παιόντων ἡ χείρ. Εἰ γὰρ οὕτως συνήσεις τὸν στίχον, ἤγουν καὶ ἑτέρως δὲ χείρ ἐστι Θεοῦ, ἡ πάντα ἰσχύουσα αὐτοῦ, ζῶσά τε καὶ ἐνυπόστατος δύναμις, τουτέστιν ὁ Υἱὸς, ὃς ὑψωθεὶς ὑπὲρ ἡμῶν, καὶ τὸν τίμιον ὑπομείνας σταυρὸν, ἐδοξάσθη. Κατήργηκε γὰρ οὕτω τοῦ θανάτου τὸ κράτος, καὶ ἀνεκόμισεν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐκ φθορᾶς τὴν ἀνθρώπου φύσιν· καὶ γὰρ δι' Υἱοῦ τὰ πάντα κατεργάζεται. Οὕτω γάρ πού φησιν ὁ Θεὸς καὶ Πατήρ· Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν. Ἔνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; (A f. 72, B f. 40 b.) Ὁ μὲν οὖν παράνομος ταῦτά φησιν, ὁ ἁρπάζων, ὁ πλεονεκτῶν, ὁ μὴ διδοὺς δίκην· ὁ δὲ προφήτης, ἀναιρῶν αὐτοῦ τὰ δόγματα, τὸν περὶ μακροθυμίας ἐξαπλοῖ λόγον. Ἐκεῖνος μὲν γάρ φησιν, ὅτι ἀπέστρεψεν ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν· ὁ δὲ Δαβὶδ ἀπεναντίας λέγει, ὅτι καὶ βλέπεις καὶ κατανοεῖς καὶ τὸν κόπον τῶν ἀδικουμένων καὶ τὸν θυμὸν τῶν ἀδικούντων αὐτούς· μακροθυμεῖς δὲ ἕως ἂν αὐτοὶ ἐμπέσωσιν εἰς χεῖράς σου. Οὐχ ἕτεροι δὲ ἡμᾶς εἰς χεῖρας Θεοῦ πέμπουσιν, ἀλλ' ἕκαστος ὑπὸ τῶν ἰδίων πλημμελημάτων μονονουχὶ καὶ προσάγεται. Τὸ μέν τοι ἕνεκεν τίνος, οὐκ ἐνδοιάζοντός ἐστιν, οὐδὲ ἀγνοοῦντος τὴν αἰτίαν δι' ἣν ἐθάῤῥησεν ὁ ἀσεβὴς παροξύναι τὸν Θεὸν, ἐξηγουμένου δὲ μᾶλλον αὐτήν. Ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ οὖν τὸν πρῶτον στίχον ἀναγνωστέον, ὡς ἀπόδοσιν αἰτίας τὸν δεύτερον ποιησώμεθα. Ἀλλ' ὁ μὲν ἀσεβὴς ᾠήθη καθ' ἑαυτὸν μὴ ἐκζητεῖν τὸν Θεὸν, μήτε μὴν ἐφορᾷν τὰ ἀνθρώπινα. Ὅτι δὲ τῆς ἀληθείας ἐσφάλλετο, καὶ τοῦ εἰδέναι τὴν ἐνοῦσαν ἡμερότητα τῷ Θεῷ καὶ φιλανθρωπίαν ἀπεκομίσθη μακρὰν, αὐτὰ δι' ἑαυτῶν βοήσει τὰ πράγματα. Κατημέλησε γὰρ τῶν τῇδε ὁ Θεὸς οὐδαμῶς, ἀλλ' ἔπεμψεν ἐξ οὐρανῶν τὸν Υἱὸν αὐτοῦ ζητῆσαι τὸ ἀπολωλὸς, ἐπιστρέψοντα τὸν πεπλανημένον, ἀναῤῥωννύντα τὸ ἀσθενὲς, ἀπαλλάσσοντα τοῦ νοσεῖν τὸν συντετριμμένον. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχός. (A f. 72 b, B f. 40 b.) Τὸν ἀσθενῆ φησι καὶ τὸν ἀνεπικούρητον, τὴν παρὰ σοῦ μόνου ζητουμένους ἐπικουρίαν· δύναται γὰρ διασώζειν τοὺς πτωχούς τε καὶ ὀρφανούς. Αὐτοὶ δ' ἂν εἶεν καὶ μάλα εἰκότως οἱ οὔπω Θεὸν τὸν φύσει καὶ ἀληθῶς ἐπεγνωκότες· καὶ πτωχοὶ μὲν ὡς πλοῦτον οὐκ ἔχοντες τὸν ἐκ θείων τε καὶ ἱερῶν χαρισμάτων, ἤγουν τῶν ἐκ πολιτείας εὐαγοῦς καὶ ζωῆς τῆς κατὰ Χριστόν· ὀρφανοὶ δὲ ὡς οὔπω λαχόντες Πατέρα τὸν Θεόν. Δέδωκε γὰρ ἐξουσίαν ὁ Υἱὸς τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ τέ-