Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.797
Not analysed yet
Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. (A f. 79.) Κατὰ δὲ ἀναγωγὴν, πῶς οὐ μεγαλοῤῥήμων ἡ γλῶσσα ἐκείνη ἡ τολμήσασα τῷ Σωτῆρι λέγειν; «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τίς σοι δέδωκε τὴν ἐξουσίαν ταύτην;» Τῆς Ἰουδαίων δὲ τόλμης καὶ τὸ λέγειν· «Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;» ὡς τοῦτο διανοουμένων ἐκείνων, τὸ ἐξουσίαν ἔχειν πᾶν ὅ τι ἂν βούλοιντο κατὰ τοῦ Σωτῆρος εἰπεῖν. Τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστι. (E f. 19 b.) Τουτέστιν ἡμεῖς εὑρεταὶ γεγόναμεν τῆς καλλιεπείας. Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν. (A f. 79 b.) Ὑπεξίσταται δὲ λοιπὸν ἐνταῦθα τὸ τῶν λιτανευόντων πρόσωπον· αὐτὸς δὲ ὁ τὰς ἐντεύξεις δεχόμενος ἀποκρίνεται, ἐπαγγελλόμενος τοῖς αἰτοῦσι τὴν ἄφιξιν καὶ τῆς ἐπικουρίας τὴν ἐπίδοσιν. Καὶ πένητας ὀνομάζει τοὺς πτωχοὺς τῷ πνεύματι, ὧν καὶ τοῦ στεναγμοῦ ἀκούσας, ἀναστήσομαι, φησίν. Νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. (B f. 44 b.) Ἐξεγερθήσεσθαι λέγει· καὶ οὔ τί πού φαμεν σωματικὴν εἶναι τὴν ἀνάστασιν, ἤτοι τὴν ἔγερσιν, ἀλλ' οἷον τὸ διανεῦσαι λοιπὸν ἐπὶ τῷ θέλειν τοῖς κάμνουσι χεῖρα νεῖμαι τὴν σώζουσαν. (A f. 79 b.) Κατὰ δὲ ἀναγωγὴν, φανερὸν πᾶσι κατέστη τὸ διὰ Χριστοῦ σωτήριον, καὶ ἐξάκουστον πᾶσιν· ἐκηρύχθη γὰρ εἰς πᾶσαν τὴν γῆν μετὰ παῤῥησίας. Τὰ λόγια Κυρίου λόγια ἀγνὰ, ἀργύριον πεπυρωμένον. (B f. 44 b, K f. 42.) Τουτέστιν ἁγνοποιά· νοσεῖ γὰρ κατ' οὐδένα τρόπον, λαμπρὰ δὲ οὕτως ἐστὶν καὶ κεκαθαρμένα, ὥστε δοκεῖν ἀργύριον εἶναι, πεπυρωμένον δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις· τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἑπταπλασίως. Δεδοκιμασμένα τοίνυν τοῖς ἐπὶ τῆς γῆς τοῦ Σωτῆρος τὰ λόγια. (A f. 80.) Ἰουδαίοις δὲ διὰ Ἡσαΐου ὀνειδίζει λέγων· «Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον,» τουτέστιν, ὁ λόγος τῆς πίστεως παρατετυπωμένος ἐστὶ καὶ παράσημος, τὸν ἀκριβῆ χαρακτῆρα τῆς βασιλικῆς εἰκόνος μὴ διασώζων. Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς. (A f. 80.) Κατὰ δὲ ἀναγωγὴν, εὔχεται ὁ Προφήτης ῥυσθῆναι τῆς ἐπὶ τοῦ Σωτῆρος γενεᾶς τῶν Ἰουδαίων, τῆς ἀπίστου καὶ φονευτρίας καὶ μοιχαλίδος. Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι. (A f. 80.) Κατὰ δὲ ἀναγωγὴν, διὰ τοῦτό φησι, «Φυλάξεις ἡμᾶς,» ἐπειδὴ κυκλοῦντες κυκλοῦσιν ἡμᾶς οἱ ἀσεβεῖς, ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ.