Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.800
Not analysed yet
ΨΑΛΜΟΣ ΙΒʹ. Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαβίδ. (A f. 80 b.) Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐν μετανοίᾳ τοῦ ἁμαρτήματος γεγονὼς, ἅμα δὲ καὶ τὸ σωτήριον ἡμῖν εὐαγγελιζόμενος, δι' οὗ ἐλάβομεν ὑπογραμμὸν, πῶς δεῖ ἡμᾶς ἐν ἁμαρτίᾳ γενομένους προσιέναι Θεῷ. Ἔως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; κ. τ. λ. (C f. 23.) Ἀποστρέφει τὸ πρόσωπον ὁ Θεὸς ἀπὸ τῶν ἁμαρτωλῶν, τί πράττων; ἀναξίους εἶναι κρίνας τῆς ἐποπτίας αὐτοῦ. Διὸ ὑπὸ τοῦ συνειδότος νυττόμενος, καὶ τὴν τοῦ Θεοῦ δεδιὼς κρίσιν, ὡς καὶ μακρὰν γινόμενος αὐτῷ διὰ τὴν ἁμαρτίαν, ἐν τῇ μετανοίᾳ ἀνανεῶμαι, φησὶ, βουλόμενος κατὰ ψυχὴν, μήπως ἄρα ἐν τῇ ἁμαρτίᾳ ἀποθανοῦμαι. Καὶ τοῦτό ἐστι μάλιστα ὃ ὀδύνας μου τῇ ψυχῇ παρασκευάζει. Ἀνθ' οὗ Σύμμαχος ἔφη· «Μέριμναν ἐν τῇ καρδίᾳ μου καθ' ἡμέραν.» Ταῦτα δὲ ἐγράφη πρὸς νουθεσίαν ἡμῶν, πῶς δεῖ μετανοεῖν ἐφ' ἁμαρτήμασιν ἐκδιδάσκοντα, τοῖς παροῦσι ῥήμασιν οἷα δὴ ὡς φαρμάκοις χρωμένους. Ἢ καὶ λήθην καλεῖ τὴν τῆς βοηθείας ἀναβολὴν, καὶ παρακαλεῖ μὴ τελέως τῆς θείας γυμνωθῆναι προνοίας. Ἔως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ; (C f. 23 b.) Ἐρωτᾷ δὲ περὶ τούτων τὸν Θεὸν οὐχ ὡς αὐτὸν αἴτιον, ἀλλ' ὡς κωλῦσαι διὰ τῆς ῥοπῆς τῆς οἰκείας δυνάμενον. (A f. 81) Εἰ γὰρ θεοσεβούντων ἡμῶν ταπεινοῦται ὁ ἐχθρὸς, δηλονότι ἁμαρτανόντων ὑψοῦται· ὕψος γὰρ τοῦ Σατανᾶ, ἡ τῶν ἀνθρώπων ταπείνωσις· ἐπεὶ καθάπερ ὁ Θεὸς ὑψοῦσθαι ἐν τῇ σωτηρίᾳ τῆ ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται. Ἀρκεῖ, φησὶν, αὐτῷ ὅτι ἅπαξ ὑψώθη, ἐμοῦ τῇ ἁμαρτίᾳ ταπεινωθέντος. Ἴνα τί μέχρι πολλοῦ κατ' ἐμοῦ ὑψοῦται; Μήποτε ὑπνώσω εἰς θάνατον. (C f. 23 b) Ὕπνον τὴν ῥᾳθυμίαν ὠνόμασεν, ἐν ᾗ ταῖς τοῦ βίου φαντασίαις ῥεμβόμεθα, ἀργοὶ δὲ ἐπὶ κλίνης τῆς ἡδονῆς ἀναπεσόντες κείμεθα. Ὥστε τοίνυν μὴ τῷ ὕπνῳ τῆς ῥᾳθυμίας τὸν χαλεπὸν ἀκολουθῆσαι θάνατον, φωτισθῆναι τοὺς ὀφθαλμοὺς, τουτέστι τὰ τῆς ψυχῆς αἰσθήσεις, προσεύχεται, ἵνα βλέπωσι τὴν ἀλήθειαν. Δέδια μὴ εἰς θάνατον ὁ ὕπνος μεταπέσῃ, ἰσχυροτέρας τῆς λύπης γενομένης τῶν συμφορῶν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. (C f. 23 b.) Ὥσπερ ἀθλητὴς ἀπὸ τοῦ σκάμματος ἀποπηδήσας ἥττηται, οὕτως καὶ ὁ πιστὸς ἀφεὶς ἂ ἐξ ἀρχῆς παρέλαβεν, σαλευόμενος πίπτει. Μὴ τοίνυν ἀλλοιωθῶμεν, ἵνα μὴ χαρὰν τοῖς ἡμετέροις ἐχθροῖς ἐμποιήσωμεν. ᾌσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με. (C f. 24.) Ἰστέον καὶ τοῦτο, ὡς καὶ τὸ πρότερον, οὐχ ὅτι νῦν ὁ προφήτης οὐκ οἶδεν, ἀλλ' ὅτι τελεώτε-